Complete Text of Paeanias’ History of Rome

The text below is the product of the editing and electronic entry by several classics majors at Roger Williams University. This project’s goal was to bring Paeanias’ history of Rome (a history textbook for students in the 5th century A.D.) to the Internet. Additionally, the students completed a rough concordance to the work to aid in understanding Paeanias’ vocabulary.

ΒΙΒΛΙΟΝ Α

Τῆς ῾Ρωμαϊχῆς βασιλείασ ἐν προοιμίοις οὐδὲν ἐγένετο μεῖόν τε καὶ ταπεινότερον· τῇ δὲ κατὰ μικρὸν αὐξήσει καὶ ταῖς ἀεὶ προσθήκαις κατὰ τὴν οἰκουμένην ἅπασαν οὐδὲν οὔτε μεῖζον οὔτε δυνατώτερον ἡ μνήμη τῶν ανθρώπων φέρει· ταύτης τὴν πρώτην κρηπῖδα κατεβάλετο ῾Ρωμύλος· ὃς ἐκ ῾Ρέας Σιλβίας, οὕτω καλουμένης Ἑστιακῆς παρθένου, τῷ Ἄρει συνελθούσης, ὡς ὁ πολὺς κατεῖχε λόγος, ἐκ διδύμου γονῆς σὺν ἀδελφῷ ῾Ρέμῳ προῆλθεν εἰσ φῶς· οὗτος ὀκτωκαίδεκα γεγονὼς ἔτη βίον τε ἔχων τοῖς ποιμέσι συλλῃστεύειν, ἐλάχιστόν τι πολίχνιον ἐπὶ τοῦ ὄρους τοῦ Παλλαντίου κατεστήσατο πρώτῃ τοῦ Μαΐου μηνὸς ἔτει τρίτῳ τῆς ἕκτης ὀλυμπιὰδος· τῆς δὲ Ἰλίου καταστροφῆς κατὰ τοὺς τὸ πλεῖστόν τε καὶ ἐλάχιστον παραδεδωκότας ἔτει τετάρτῳ καὶ ἐννενηκοστῷ καὶ τριακοσιοστῷ.
Οἰκίσας δὲ τὴν πόλιν καὶ καλέσας αὐτὴν ἐξ ἑαυτοῦ ῾Ρώμην, πρῶτον μὲν πολὺ πλῆθος ἐκ τῶν περιοίκων εἰσεδέξατο, ἔπειτα δὲ τοὺς προβεβηκότας εἰς ἡλικίαν ἐκλεξάμενος τούτους ἐπέστησε τοῖσ λοιποῖς ἡγεμόνας τῶν πρακτέων, σενάτωρας αὐτοὺς καλέσας κατὰ τὴν Ἰταλῶν φωνήν· ἐπειδὴ σένης ἐκεῖνοι καλοῦσι τοὺς γέροντας· σύγκλητον δὲ Ἕλληνες ἐκάλεσαν τὸ συνέδριον, ἐκ τοῦ πρότερον μὲν τοὺς βασιλεύοντας μετὰ δὲ ταῦτα τοὺς ὑπάτους συγκαλεῖν τε αὐτοὺς ἐπὶ τὰς βουλὰς καὶ τῶν ψήφων ποιεῖσθαι κυρίους. ἀλλ’ ἐπειδὴ τὸ πλῆθος αὐξηθὲν ἤδη συνοίκων ἐστέρητο γυναικῶν καὶ φόβος ἧν ἐπιλιπεῖν τοὺς ἄνδρας, τέχνῃ δέδωκε διαδοχὴν τῷ γένει. παρακαλέσας γὰρ ὡς ἐπί τινα θέαν τὰ γειτινιῶντα τῶν ἐθνῶν, ἁρπαγὴν γενέσθαι παρεσκεύασε τῶν παρθένων, ἃς οἱ προκληθέντες ἐπὶ τὴν τέρψιν ἐπηγάγοντο. καὶ τὰς μὲν ἔσχον γαμετὰς ἁρπάσαντες· πόλεμον δὲ τὸ ἔργον ἐκίνησεν, oὗ συστάντος ἡττῶνται Καινιναῖοι καὶ Ἀντεμνάται, Κρουστουμῖνοι, Σαβῖνοι, Φιδηνάται, Βέειοι. συνοικίαι δὲ ἦσαν αὗται, καὶ κατ’ οἰκείαν ἀρχὴν ἑκάστη· καὶ μετὰ ταῦτα ἐπολίσθησαν· καὶ ταύταις ἔτι καὶ νῦν ἡ ῾Ρώμη ταῖσ πόλεσι περιστεφανοῦται. τούτων οὕτω πραχθέντων, χειμὼν ἐξαίφνης ἐπελθὼν ἀφανῆ τὸν ῾Ρωμύλον ἐποίησεν. ἐξ ἐκείνου δὲ εἰς τόδε πεπίστευται πρὸς Θεοὺς ἀνειλῆφθαι. καθιερῶθη οὖν παρὰ τὦν ἀρχομένων ἔτη βασιλεύσας αὐτῶν ἑπτὰ καὶ τριάκοντα. καὶ τέως μὲν τὴν πόλιν διεῖπον καὶ τὴν βασιλείαν ἐπετρόπευον οἱ καλούμενοι σενάτωρες, ἐπὶ ἐνιαυτὸν ὅλον ἐξ ἀμοιβῆς δι’ ἡμερῶν πέντε τῆς ἐπιτροπείας ἀπ’ ἄλλων εἰς ἄλλους μεθισταμένης.
Μετὰ δὲ τὸν ἐνιαυτὸν Νουμᾶς Πομπίλιος ἀνεχλήθη βασιλεύς. οὗτος πολέμου μὲν ἀπέχετο παντὸς, τῇ Ῥώμῃ δὲ οὐχ ἧττον, ἢ ῾Ρωμύλος ἐγένετο χρήσιμος. νόμους τε γὰρ αὐτοῖς ἔθηκεν ἔθη παρέδωκεν, ἀφ’ ὧν λῃσταί τινες πρότερον ὑπειλημμένοι καὶ μιξοβάρβαροι ἀμεινόνων ἀνδρῶν δόξαν ἐκτήσαντο. ἱερὰ δὲ αὐτοῖς ἐτέλεσε ναούς τε κατεσκεύασεν. οὕτω δὲ διαθεὶς τὴν πόλιν, τεσσαρακοστῷ καὶ τρίτῳ τῆς βασιλείας ἔτει νοσήσας, ἐτελεύτησεν.
Τρίτος διαδέχεται τὴν βασιλείαν Τοῦλλος Ὁστίλλιος. ὑπὸ τούτῳ πάλιν ἡ περὶ τοὺς πολέμους ἐπανῆλθε σπουδή. νιχῶνται γοῦν Ἀλβανοὶ μάχῃ, τῆς ῾Ρώμης δυοκαίδεκα διεστῶτες σημείοις (μίλια καλοῦσιν αὐτὰ ῾Ρωμαῖοι· τὰ χίλια γὰρ βήματα οὕτως ὀνομάζουσι, τοσούτοις βήμασι συμμετρούμενοι τὸ σημεῖον), εἶτ’ ἐφεξῆς ἡττῶνται Βέειοι καὶ οἱ ἀπὸ Φιδήνης, οἱ μὲν ἕξ χωριζόμενοι σημείοις, οἱ δὲ ὀκτωκαίδεκα. μετὰ ταύτας δὲ τὰς νίκας καὶ τὴν πόλιν ηὔξησε τὸν Κέλλιον αὐτῇ προθεὶς λόφον. ἐπὶ τούτοις τοῖς ἔργοις τριάκοντα καὶ δύο τὴν ἀρχὴν κατασχὼν ἐνιαυτοὺς κεραυνοῦ πεσόντος συγκατεφλέχθη τῇ βασιλικῇ στέγῃ.
Τέταρτος παρῆλθεν ἐπὶ τὴν ἀρχὴν Ἄγκος Μάρκιος, ἔκγονος ἀπὸ θυγατρὸς τοῦ Νουμᾶ Πομπιλίου. οὗτος ἤρατο πόλεμον πρὸς Λατίνους καὶ τῇ πόλει συνῆψε τὴν Ἀβάντινον λόφον Ἰανίκουλόν τε· πολίχνην ἐδείματο ἐπὶ θαλάσσης πρὸς ταῖς τοῦ Θύμβριδος ἐκβολαῖς, αἵ τῆς ῾Ρώμης ἓξ καὶ δέκα διεστήκασι σημείοις. τετάρτῳ τε καὶ εἰκοστῷ τῆς βασιλείας ἔτει νόσῳ διεφθάρη.
Διεδέξατο δὲ βασιλείαν Ταρκύνιος ὁ Πρίσκος ὀνομαζόμενος· οὗτος τὸ μὲν τῆς συγκλήτου συνέδριον διπλάσιον ἐποίησε τῷ τῶν σωμάτων ἀριθμῷ καὶ τῇ πόλει δὲ τὸν ἱππόδρομον ᾠχοδόμησε· θεάτρων τε ἐνεστήσατο τέρψιν ῾Ρωμάνην καλέσας τὴν θέαν· ἥτις ἐξ ἐκείνου καὶ εἰς τόδε τελεῖται τὴν αὐτὴν ἔχουσα προσηγορίαν. ἔτι δὲ Σαβίνους εἷλε μάχῃ, καὶ πολλῆς αὐτοὺς ἀφελόμενος γῆς προσεκύρωσε τῇ ῾Ρώμῃ. πρῶτος δὲ θριαμβεύων εἰς τὴν ῾Ρώμην εἰσῆλθε. τείχη τε ἐδείματο καὶ τὰς ὑδρορόας ἤγουν ἀμάρας· καὶ τῆς τοῦ Καπιτωλίου κατασκευῆς ἤρξατο. ὀκτώ τε ἐπὶ τοῖς τριάκοντα βασιλεύσας ἐνιαυτοὺς ὑπὸ τῶν Ἄγκου παίδων ἀνῃρέθη, παρ’ οὗ τὴν βασιλείαν αὐτὸς ἀνεδέξατο.
Ἕκτος ὑποδέχεται τὴν ἀρχὴν Σερούιος Τούλλιος, ἐξ ἐπισήμου γεγονώς μητρός· ἣ καὶ αἰχμαλωσίας καὶ δουλείας περιέπεσε τύχῃ. οὗτος ὑπηγάγετο Σαβίνους καὶ τρισὶ λόφοις ηὔξησε τὴν πόλιν, τῷ Κυριναλίῳ καὶ τῷ Βιμιναλίῳ καὶ τῷ Ἐσκυλίνῳ· τάφρους τε ὤρυξε πρὸ τοῦ τείκους κύκλῳ· καὶ ταῖς ἀπογραφαῖς τῶν σωμάτων ἔδωκεν ἀρχὴν οὔπω παρ’ οὐδενὶ τῶν ἐθνῶν ἐγνωσμέναις. ἀπογραφέντες οὖν οἱ τὴν ῾Ρώμην οἰκοῦντες ὑπ’ αὐτῷ συνήχθησαν εἰς ἀριθμὸν ὀγδοήκοντα τριῶν χιλιὰδων, μετὰ τῶν ἐν τοῖς ἀγροῖς οἰκούντων. τελευτὴν μέντοι τοῦ βίου ἐδέξατο παρὰ τοῦ γαμβροῦ Ταρκυνίου Σουπέρβου· δηλοῖ δὲ τοῦτο ἐπώνυμον ὑπερήφανον· παῖς δὲ ἦν οὗτος Ταρκυνίου τοῦ Πρίσκου, παρ’ οὗ τὴν βασιλείαν ὁ σφαγεὶς οὗτος ἐδέξατο.
Ἐπιλαμβάνεται δὴ τῆς βασιλείας οὗτος ὁ Σούπερβος Ταρκύνιος, ἕβδομὸς τε ὤν τῶν βασιλέων καὶ ὕστατος· καὶ νικᾷ μὲν Βολούσκους, ἔθνος ὂν ἐπὶ τὴν Καμπανίαν, οὐ πόρρω τῆς ῾Ρώμης· αἱρεῖ δὲ ἐπὶ τούτοις Γαβίαν καὶ Σύεσσαν τὴν Πομετίαν πόλεις· ἔθετό τε μετὰ Τούσκων σπονδάς· ναόν τε ᾠκοδόμησε [ἐν] τῷ καλουμένῳ Καπιτωλίῳ. μετὰ ταῦτα πολιορκῶν τὴν Ἄρδεαν, πολίχνην δέκα καὶ ὀκτὼ σημείοις πόρρω τῆς ῾Ρώμης, [τὴν ἀρχὴν] ἀπέλαβεν. ὁ γὰρ ὁμώνυμος αὐτοῦ παῖς ἐπιφανῆ γυναῖκα Λουκρητίαν, ἧς πολὺς ἦν ἐπὶ σωφροσύνῃ λόγος, Ταρκυνίῳ Κολλατίνῳ συνοικοῦσαν ἐβιάσατο. τοῦτο ἐξήγγειλεν ἡ Λουκρητία τῷ τε ἀνδρὶ καὶ τῷ πατρί· καὶ μηνύσασα τὸ πὰθος ἐν ὀφθαλμοῖς αὐτῶν ἑαυτὴν διεχρήσατο. ἐνταῦθα δὲ Βροῦτος, γένει προσήκων τῷ Ταρκυνίῳ, τὸν δῆμον ἀθροίσας ἀφαιρεῖται τῆς βασιλείας τὸν Ταρκύνιον, πλείω ποιησάμενος τοῦ κοινοῦ λόγον ἢ τοῦ γένους. τούτῳ δὲ καὶ τοῦ δήμου τῷ δόγματι ἡ στρατιὰ συνηκολούθησε, μεθ’ ἧς ἐπολιόρκει τὴν Ἄρδεαν· τετάρτῳ τε καὶ εἰχοστῷ ἔτει βασιλείας μετὰ τῆς γαμετῆς καὶ τῶν παίδων φυγὴν ἑαυτοῦ κατεψηφίσατο. οὕτως ὑπὸ βασιλεῦσιν ἑπτὰ τοῖς ὅλοις ἔτεσι διακοσίοις τεσσαράκοντα καὶ τρισὶ τὰ τῆς ῾Ρώμης διῳκήθη πράγματα. μικρὰ δὲ ἦν ἔτι τὰ τῆς δυνάμεως αὐτῆς, τῶν ὁρίων αὐτῆς οὐδαμόθεν ὑπὲρ πεντεκαίδεκα σημείων ἐκτεινομένων.
Ἐντεῦθεν τὸ μετὰ τῶν βασιλέων ἐπαύσατο, μετηνέχθη δὲ εἰς τὴν τῶν ὑπάτων ἀρχήν. δύο δὲ ἦσαν οὗτοι καὶ ἐτήσιοι· ὥστε
κἄν ἕτερον φαῦλον [συμβαίη] εἶναι, καταφεύγειν ἐπὶ τὸν ἕτερον, τῷ δὲ χρόνῳ περατουμένην μετριωτέραν εἶναι τὴν δυναστείαν. ἀνάγκη γὰρ ἦν ἀρίστους εἶναι δημαγωγοὺς εἰδότας ὡς κατὰ τὸν χρόνον ἔσονται τῶν αρχομένων. γίνονται τοίνυν ὕπατοι τῷ πρώτῳ ἔτει μετὰ τοὺς βασιλεῖς Λούκιος Ἰούνιος Βροῦτος ὁ τῆς Ταρκυνίου μάλιστα καθαιρέσεως αἰτιώτατος καὶ Ταρκύνιος Κολλατῖνος ὁ τῆς Λουκρητίας ἀνήρ, ἧς ὑβρισθείσης ἐπράχθη τὰ περὶ Ταρκύνιον· ἀλλ’ ὁ Κολλατῖνος εὐθὺς τῆς ἐξουσίας ἀφῃρέθη· (ἔδοξε γὰρ μηδένα ἐπὶ τῆς ῾Ρώμης εἶναι Ταρκύνιον ὀνομαζόμενον) καὶ τῆς οὐσίας προςαφαιρεθεὶς ἀπεώσθη τῆς πόλεος. ἀντικατέστη δὲ αὐτῷ Λούκιος Οὐαλέριος Πουβλικ
όλας.
Τούτων οὖν τὴν ὕπατον ἐχόντων ἀρχὴν ὁ τῆς βασιλείας ἀφαιρεθεὶς Ταρκύνιος ἐπηγάγετο τῇ ῾Ρώμῃ πόλεμον. καὶ συναγείρας ἔθνη πολλὰ δι’ ὅπλων ἔσπευδεν ἐπανελθεῖν εἰς τὴν βασιλείαν. ὡς δὲ τὸ πρῶτον συνέμιξαν, ὁ μὲν Βροῦτος καὶ ὁ Ταρκυνίου παῖς ἀλλήλους ἀνεῖλον· οἱ δὲ λοιποὶ ῾Ρωμαῖοι ταύτῃ τῇ μάχῃ νικήσαντες ἀνεχώρησαν ἐπ’ οἴκου. αἱ τοίνυν γυναῖκες ὡς τῆς σεμνότητος καὶ σωφροσύνης ὑπέρμαχόν τε καὶ προστάτην ἐνιαυσιαίῳ πένθει καθάπερ πατέρα κοινὸν ἐτίμησαν. Πουβλικόλας δὲ Σπούριον Λουκρήτιον Τρικιπιτῖνον κοινωνὸν ἑαυτῷ καὶ συνύπατον ἐχειροτόνησε, τὸν πατέρα τῆς Λουκρητίας. τούτου δὲ ὑπεξελθόντος νόσῳ τὸν βίον αὖθις Ὁράτιον Πούλβίλλον συνῆψεν ἑαυτῷ πρὸς τὴν ὕπατον ἀρχήν. ὁ γὰρ δὴ λειπόμενος ἀεὶ κύριος ἦν τῆς τοῦ κοινωνοῦ χειροτονίας. οὕτω δὴ σθνέβη τὸν πρῶτον τῶν ὑπάτων ἐνιαυτὸν πέντε σχεῖν ὑπάτους Ταρκυνίου μὲν Κολλατὶνου διὰ τὴν προσηγορίαν ἀπωσθέντος, Βρούτου δὲ πεσόντος ἐν τῇ μάχῃ, Λουκρητίου δὲ τὴν ἐκ τῆς ἀρρωστίας τελευτὴν ὑπομείναντος.
Τῷ δευτέρῳ δὲ μετὰ τοὺς βασιλέας ἔτει Ταρκύνιος αὖθις ἐκίνησεν ὅπλα κατὰ τῆς ῾Ρώμης ὑπὲρ τῆς βασιλείας πρὸς συμμαχίαν ἐπικαλεσάμενος τὸν Πορσήναν· οὗτος δὲ ἦν Τούσκων βασιλεύς· καὶ μικροῦ μὲν τῆς ῾Ρώμης κατεκράτησεν· ἡττηθεὶς δὲ ὅμως ἀπῆλθε· καὶ τρίτῳ μετὰ τοὺς βασιλέας ἐνιαυτῷ ὡς εἶδεν αὺτῷ τὰ περὶ τῆς βασιλείας οὐ χωροῦντα κατὰ νοῦν, ἤδη γὰρ καὶ Πορσήνας σπονδὰς ἐπεποίητο πρὸς ῾Ρωμαίους, ἐν Τουσκόλῳ πολιχνίῳ τῆς ῾Ρώμης οὐ πόρρω [καταπλαγεὶς τὸν Μούκιον ἐπιβάλλοντα τῇ φλογὶ τὴν δεξιὰν εἰκόνα τε γενόμενον ἀνδρείας τε καὶ καρτερίας τῶν ῾Ρωμαίων], μεταστὰς σὺν τῇ γαμετῇ καὶ τοῖς φιλτάτοις τεσσαρεσκαίδεκα διετέλεσεν ἐνιαυτοὺς ἐκεῖ τε κατεγήρασε. τετάρτῳ δὲ μετὰ τοὺς βασιλέας ἔτει Σαβῖνοι ῾Ρωναίοις ἐπήγαγον πόλεμον. ἡττηθέντων δὲ αὐτῶν πανστρατὶ οἱ ῾Ρωμαῖοι τὴν νίκην ἐθριάμβευσαν. ἔτει πέμπτῳ Οὐαλέριος, ὁ Βρούτου συνύπατος, τετάρτην ἤδη πεπληρωκὼς ὑπατείαν τὸ κοινὸν ὑπέμεινε τέλος ἐν τοσαύτῃ πενίᾳ καὶ ἀπορίᾳ τῶν ἀναγκαίων, ὥστε ἐκ συνεισφορᾶς τοῦ δήμου τὴν ταφὴν αὐτοῦ γενέσθαι. καὶ τοῦτον δὲ αἱ γυναῖκες ὥσπερ τὸν Βροῦτον κατὰ τὸν ἴσον χρόνον ἐπένθησαν.
Ἐνάτῳ μετὰ τοὺς βασιλέας ἔτει ὁ τοῦ βασιλεύσαντος Ταρκυνίου Σουπέρβου γαμβρὸς τιμωρῆσαι τῷ κηδεστῇ βουλεθεὶς παμμεγέθη στρατιὰν συνέλεξε. τότε τοίνυν προσεπενοήθη τε καὶ ᾑρέθη κατὰ τῆν ῾Ρώμην ἀρχή· δικτατούραν αὐτὴν ἐκάλουν ἐπιχωρίως· σημαίνει δὲ ἀναγόρευσιν ἡ φωνή ἢ διὰ τὸ λέγειν μετὰ τὸν δῆμον, οὐ ψηφηφορεῖν δὲ ὡς ἐπὶ τῶν ὑπάτων, τῷ ῥήματι δὲ ἀκολουθεῖν τὴν ἐξουσίαν. αὕτη δὲ δυνατωτέρα μὲν τῆς μεγίστης ὑπατείας ἦν, ἕξ μησὶ δὲ παρετείνετο μόνον. τοσοῦτον γὰρ ἔδοξεν αὐτὴν συστεῖλαι κατὰ τὸν χρόνον, ὅσον ὑπερέβαινε τῷ μεγέθει. κατὰ δὲ τὸν αὐτὸν τοῦτον χρόνον καὶ ἄρχων ἱππέων ἀνεδείχθη· ἀκολουθεῖ δὲ καὶ αὐτὸς τῷ δικτάτωρι καθάπερ τις ἀξιόχρεως ὑπουργός. συνελόντι δὲ εἰπεῖν, οὐδεμία τῶν ἐπὶ τῆς ῾Ρώμης ἀρχῶν ὡς ἡ δικτατούρα τῇ νῦν βασιλείᾳ προσεῷκει. μετὰ ταύτης γοῦν, μᾶλλον δὲ ὑπὸ ταύτῃ τῇ προσηγορίᾳ καὶ Αὔγουστος Ὀκταβιανὸς (περὶ οὗ μικρὸν ὕστερον ἐροῦμεν) καὶ πρὸ ἐκείνου Γάϊος Καῖσαρ, κατὰ μικρὸν τὴν μὲν πολιτείαν καταλύοντες ἁρπάζοντες δὲ τὴν βασιλείαν διέλαθον. πρῶτος οὖν ἐγένετο δικτάτωρ Λάρκιος· μάγιστρος δὲ τῶν ἱππέων πρῶτος Σπούριος Κάσιος.
Ἕκτῳ δὲ καὶ δεκάτῳ μετὰ τοὺς βασιλέας ἐνιαυτῷ στάσις ἐπέπεσε τῷ δήμῳ τῶν ῾Ρωμαίων ἀγανακτοῦντι, καὶ δεινὰ πάσχειν ὑπό τε τῆς συγκλήτου καὶ τῶν ὑπάτων [αἰτιωμένῳ] καὶ οὐ πρότερον ἐπέσχεν οὗτος ὁ θόρυβος, πρὶν καὶ αὐτὸς αὑτῷ κατέστησεν ἄρχοντας οἰκείους καὶ οἱονεί τινας ἐκδίκους τοῦ πλήθους, οὓς δημάρχους ἐκάλεσε, τριβούνους πλήβις κατὰ τὴν αὐτῶν φωνήν. ἐπίστευσε δὲ ὁ δῆμος διὰ τούτων ἀσφάλειαν αὐτῷ πρὸς τὴν τῆς συγκλήτου καὶ τῶν ἀρχόντων ἐξουσίαν ὑπάρξειν.
Τῷ δὲ ἑξῆς ἐνιαυτῷ Βουλοῦσκοι τὸν πόλεμον ἀνενεώσαντο καὶ συμμίξαντες ἡττήθησαν καὶ τὴν μεγίστην ἑαυτῶν πόλιν Κουριόλους ἀπώλεσαν τῶν νικησάντων γενομένην.
Ὀκτωκαιδεκάτῳ δὲ μετὰ τοὺς βασιλέας ἔτει Κύντος Μάρκιος ὁ τοῦ πολέμου τοῦ κατὰ Βουλούσκων στρατηγός, ὁ καὶ τὴν πόλιν αὐτῶν ἑλὼν τοὺς Κουριόλους, ἀπολιπὼν τὴν ῾Ρώμην προσεχώρησε τοῖς Βουλούσκοις, ὑπό τινος ὀργῆς τοῦτο παθών καὶ πολὺ συνήγαγε συμμαχικὸν καὶ πολλάκις ἐνίκησε πολέμῳ τοὺς οἰκείους. καὶ πλησίον αὐτῆς ἐγένετο τῆς πόλεως ἀπὸ πέντε σημείων ὡς αὐτίκα πολιορκήσων· πρεσβευσαμένων δὲ τῶν ῾Ρωμαίων οὐ πρότερον ἔφη τῆς ὀργῆς λήξειν ἢ τὴν αὐτοῦ μητέρα Βετουρίαν καὶ τὴν γαμετὴν Βουλουμνίαν πρὸς αὐτὸν ἐλθεῖν. γίνεται δὴ τοῦτο· καὶ τοῖς ὀδυρμοῖς τῶν γυναικῶν ἐπικλασθεὶς ἀπεκίνησε τὸν στρατόν. καὶ δεύτερος οὗτος μετὰ τὸν βασιλέα Ταρκύνιον ὅπλα κατὰ τῆς πατρίδος ἐκίνησεν.
Φαβίου δὲ καὶ Βεργινίου τὴν ὑπατείαν ἐχόντων τριακόσιοι τῆς ῾Ρώμης ἄνδρες ἐπιφανεῖς ἐκ τῆς Φαβίου καταγόμενοι συγγενείας αὐτοὶ καθ’ ἑαυτοὺς κατὰ τῶν Βεειέντων ἐξεστράτευσαν, ὑποσχόμενοι καὶ τῷ δήμῳ καὶ τῇ συγκλήτῳ τὸν πάντα καθοπθώσειν πόλεμον. οὗτοι δὲ πάντες, ἀξιόχρεως ἕκαστος μεγάλης ἡγεμὼν εἶναι στρατῖας, πανωλεθρίᾳ διεφθάρησαν. ἐκ τοσούτου δὲ τοῦ Φαβίου γένους εἷς ὑπείλεφθη μόνος, ὅς οὐχ οἷός τε ἐγένετο διὰ τὴν νεότητα παραγενέσθαι τῇ μάχῃ. μετὰ ταῦτα γίνεται τῶν σωμάτων πάλιν ἀπογραφὴ κατὰ τὴν πόλιν, καὶ συνηριθμήθη πλῆθος ἀνδρῶν ἑκατὸν δέκα καὶ ἑπτὰ χιλιάδες καὶ τριακόσιοι καὶ δέκα καὶ ἐννέα.
Τῷ δὲ ἑξῆς ἐνιαυτῷ κατὰ τὸ Ἄλγιδον ὄρος δωδεκάτῳ τῆς πόλεως σημείῳ ἐνεδρευθεὶς ὁ ῾Ρωμαϊκὸς στρατὸς συνεκλείσθη. χειροτονεῖται τοίνυν δικτάτωρ Λούκιος Κύντιος Κικιννάτος· ἐν γὰρ ταῖς μεγίσταις ἀνάγκαις ἐπὶ ταύτην ἐφέροντο τὴν ἀρχήν. ἀγρὸν δὲ ἔχων ὁ Κικιννάτος καὶ τοῦτον αὐτῷ σώματι γεωργῶν ἐφεστηκώς τε ἀρότρῳ παρέλαβε τὴν ἐξουσίαν· καὶ τὸν ἱδρῶτα τὸν ἀπὸ τῆς γηπονίας μεταβαλὼν ἐνέδυ τὸ σχῆμα, τραβέαν τόγαν αὐτὴν ὀνομάζουσιν, ἐκ τῆς ὁπλίσεως τῆς ῾Ρωμύλου μετενεχθεῖσαν εἰς φάρος. καὶ τοὺς πολεμίους ἀπολέσας ἠλευθέρωσε τὴν στρατιάν.
Τριακοσιοστῷ δὲ καὶ ἑνὶ μετὰ τὸν τῆς ῾Ρώμης συνισκισμὸν ἐνιαυτῷ τὸ τῶν ὑπάτων μετεβάλετο εἰς ἑτέραν ἀρχήν. ἀντὶ γὰρ τῶν ὑπάτων δέκα κατέστησαν, οἷς πᾶσα τῆς πόλεως ἐπετράπη διοίκησις. ἐκαλοῦντο δὲ οὗτοι δεκανδρικοί. ὀρθῶς δὲ διαγενόμενοι κατὰ τὸ πρῶτον ἔτος εἶτα μετεβλήθησαν. Ἄππιος γὰρ Κλαύδιος, εἷς ἐκ τῶν δέκα, Βεργινίου τινὸς θυγατέρα παρθένον, ὃς ἐν τῷ πολέμῳ κατὰ τὸ Ἄλγιδον ὄρος πρὸς Λατίνους ἐτυγχανεν ἀνδρειότατα μεμαχημένος, ἠβουλήθη διαφθεῖραι πρὸς βίαν· ἀλλ’ ὁ πατὴρ αὐτὴν πρὸ τῆς ὕβρεως ἀνεῖλε. τοῦτο συνεκίνησε τὸν στρατόν, καὶ τοὺς δέκα τιμωρίᾳ παραδόντες καὶ αὐτὴν αὐτοῖς συνανεῖλον τὴν ἀρχήν.
Τῷ δὲ ἐξῆς ἐνιαυτῷ Φιδηνάται πρὸς τὴν ῾Ρώμην ἤραντο πόλεμον, συμμάχοις κεχρημένοι Βεείοις καὶ τῷ τούτων βασιλεῖ Τουλομνίῳ. Βέειοι δὲ καὶ Φιδηνάται, καθάπερ ἐν τοῖς πρόσθεν εἴρηται, τῆς ῾Ρώμης ἐκ γειτόνων οἰκοῦσι, Φιδηνάται μὲν ἓξ κεχωρισμένοι σημείοις· Βέειοι δὲ ὀκτωκαὶδεκα. συνεπῆλθον δὲ καὶ Βουλούσκοι. τότε τοίνυν Μάμερκος Αἰμίλιος δικτάτωρ χειροτονηθεὶς καὶ λαβὼν ἄρχοντα τῶν ἱππέων Λούχιον Κυΐντιον Κικιννάτον τόν τε πόλεμον ἔλυσε καὶ τὸν βασιλέα Τουλούμνιον ἀνεῖλε· Φιδῆναί τε ἡ πόλις ἑάλω καὶ κατεσκάφη.
Εἴκοσι δὲ ὕστερον ταύτης τῆς μάχης ἐνιαυτοῖς Βέειοι πάλιν ἐκίνησαν τὸν πόλεμον καὶ χειροτονεῖται κατ’ αὐτῶν δικτάτωρ Φούριος Κάμιλλος, ὃς πρότερον μὲν αὐτοὺς κατεπολέμησε. μετὰ ταῦτα δὲ πόλιν περικαθίσας καὶ αὐτὴν εἷλεν, ἀρχαιοτάτην τε τῆς Ἰταλίας καὶ τοῖς πᾶσιν ἀφθονωτάτην. μετὰ ταύτην αἱρεῖ Φαλίσκους, πόλιν οὐχ ἥττω τῆς προτέρας. ἀλλ’ ἐπανέστη φθόνος ἐκ ταύτης αὐτῷ τῆς εὐμερίας, αἰτίαν τ’ ἔσχεν, ὡς οὐ προσηκόντως διέλοι τῇ στρατιᾷ τἀ τοῦ πολέμου λάφυρα, κατεκρίθη τε καὶ ἀπεώσθη τῆς ῾Ρώμης. κατὰ δὲ τοῦτον τὸν χρόνον Γάλλοι Σένωνες ὥρμησαν ἐπὶ τὴν ῾Ρώμην καὶ γενομένης μάχης ἑνδεκάτῳ τῆς πόλεως σημείῳ παρὰ τὸν Ἄλλιον ποταμὸν ἐπεσῆλθον φεύγουσι τοῖς ῾Ρωμαίοις, οὐδενὸς ἀντάραντος, μέχρι τῆς πόλεως αὐτῆς· καταφεύγοντες δὲ εἰς τὸ Καπετώλιον ἐκεῖ συνέσωζον ἑαυτούς. λιμοῦ δὲ λοιπὸν συνέχοντος αὐτούς, ἐφίσταται κάμνουσιν ὁ Φούριος Κάμιλλος ἐκτὸς τῆς πόλεως ἐκ τῆς εἰρημένης κρίσεως διάγων. καὶ νικᾷ μὲν αὐτοὺς τῇ πρώτῃ συμπλοκῇ. ὡς δὲ οὐκ ἐξεχώρουν τοῦ ἄστεος, ὠνήσαντο ῾Ρωμαῖοι τὴν ἀναχώρησιν αὐτῶν χρυσίῳ. τοῦτο οὐκ ἤνεγκε μετρίως ὁ Κάμιλλος· παραχρῆμα δὲ ἐπεξελθὼν τῇ τῶν Γάλλων στρατιᾷ αὐτήν τε διέφθειρε καὶ τὸ δοθὲν ἀνέλαβε χρυσίον καὶ τὰ σημεῖα τὰ στρατιωτικά, ἅπερ ἦσαν ἐν τῇ προτέρᾳ μάχῃ παρὰ τῶν ῾Ρωμαίων ἀφῃρημένοι (σίγνα καλοῦσιν αὐτὰ ῾Ρωμαῖοι), πάντα ἀναλαβὼν τρίτον ἐν τῇ πατρίδι θρίαμβον ἐθριάμβευσεν ἐπεκλήθη τε δεύτερος ῾Ρωμύλος ὡς οἰκιστὴς καὶ αὐτὸς τῆς ῾Ρώμης γεγενημένος.



ΒΙΒΛΙΟΝ Β

Ἔτει τριακοσιοστῷ καὶ ἑξηκοστῷ πέμπτῳ μετὰ τὸν τῆς ῾Ρώμης συνοικισμόν, πρώτῳ δὲ μετὰ τὴν ὑπὸ Γάλλοις γενομένην ἅλωσιν, ἐνηλλάγησαν αἱ δυναστεῖαι. ἀντὶ γὰρ τῶν ὑπάτων ἄρχοντες ἐγένοντο στρατιωτικοὶ τὴν τῶν ὑπάτων ἔχοντες δύναμιν. ᾽Εντεῦθεν καὶ τὰ τῆς ῾Ρώμης ηὐξήθη πράγματα. Κάμιλλος γὰρ Βολούσκων πόλιν ἑβδομήκοντα τοῖς πᾶσιν ἐνιαυτοῖς οὐκ ἀποσχομένην τοῦ κατὰ τῆς ῾Ρώμης πολέμου αὐτήν τε εἷλε καὶ πόλιν ἑτέραν Ἐτρούσκων καὶ Σουτρίνων ἄλλην. πάσας τε αὐτὰς ὑφ’ ἑαυτὸν ποιησάμενος καὶ τοὺς πολεμίους διαχρησάμενος τρεῖς ἐπὶ τοῖς τρισὶν ἔθνεσιν ἐπετέλεσε θριάμβους.
Καὶ Τίτος δὲ Κύντιος Κικιννάτος Πραινεστίνους, οἳ μέχρι τῶν προπυλαίων αὐτῶν πολεμοῦντες ἐχώρησαν, ἄχρις Ἀλλίου ποταμοῦ διώξας νίκην τε ᾔρατο κατ’ αὐτῶν καὶ πόλεις αὐτῶν ἑπτὰ τῇ ῾Ρώμῃ προσένειμε· καὶ αὐτοὺς δὲ τοὺς Πραινεστίνους παραδόντας ἑαυτοὺς ἐκτήσατο. πᾶν δὲ τοῦτο τὸ ἔργον εἴκοσιν ἐπετέλεσεν ταῖς πάσαις ἡμέραις καὶ ἐπὶ τούτοις ἐθριάμβευσεν.
Ἀλλ’ οὐκ ἐπὶ πολὺ [διεγένετο] τῶν στρατιωτικῶν ἀρχόντων ἡ δυναστεία· μιχρῷ γὰρ ὕστερον κατελύθη καὶ σχεδὸν ἔξω πάσης ἀρχῆς ἡ ῾Ρώμη διετέλεσεν. εἶτα τῶν στρατιωτικῶν ἀρχόντων τινὲς καὶ μετὰ τὴν κατάλυσιν τῆς ἀρχῆς ἐβιάζοντο δύνασθαι καὶ τὸ κῦρος ἔχειν· ἀλλ’ οὐκ ὑπὲρ τρεῖς ἐνιαυτοὺς τοῦτο ἐδυνὴθησαν· ἐπανῆλθε γὰρ πρὸς τοὺς ὑπάτους ἡ ἐξουσία.
Λουκίου τοίνυν Γενουκίου καὶ Κύντου Σερβιλίου γενομένων ὑπάτων τελευτᾷ Κάμιλλος τιμαί τε αὐτῷ δεύτεραι μετὰ τὸν ῾Ρωμύλον ἐφηφίσθησαν.
Γάλλων δὲ πόλεμον ἐπὶ τὴν Ἰταλίαν κινησάντων στρατοπεδευσαμένων δὲ ἀντιπέρα τοῦ Ἀνιήνου ποταμοῦ Τίτος Κύντιος δικτάτωρ ἀναδειχθεὶς ἐξῆλθεν ἐπὶ τοὺς πολεμίους. ἀλλ’ ἔλυσε τὴν μάχην οὐχ ἡ συμπλοκὴ τῶν στρατευμάτων, ἀλλ’ ἀνὴρ νεανίας Μανίλιος· ὑφ’ ἑνὸς γὰρ τῶν Γάλλων εἰς μονομαχίαν προκληθεὶς ἐκεῖνόν τε καθεῖλεν καὶ τῷ πολέμῳ τέλος ἔδωκε· τὸν στρεπτόν τε, ᾧ κεκόσμητο τὸν τράχηλον ὁ Γάλλος, ἑαυτῷ περιθεὶς ἐκ τούτου Τορκουάτος αὐτός τε προσηγορεύθη καὶ οἱ ἐξ αὐτοῦ πάντες μηνύοντες τῇ προσηγορίᾳ τὸν ἀπὸ τοῦ λαφύρου κόσμον. τόρκυς γὰρ ἐπιχωρίως ὁ στρεπτὸς ὑπὸ τοῦ δικτάτωρος Σουλπικίου. καὶ Τοῦσκοι δὲ ὑπὸ Γαΐου Μαρκίου συνεκόπησαν. εἰς ὀκτὼ δὲ χιλιάδας αἰχμαλώτων τῷ θριάμβῳ ποιήσας πλῆθος ὁ νικήσας ἐθριάμβευσε.
Μετὰ τοῦτο γίνεται τῶν ῾Ρωμαίων ἀπογραφή. καὶ τῶν Λατίνων τῶν ὑπὸ ῾Ρωμαίοις ἤδη γεγενημένων σώματα παρέχειν εἰς στρατιὰν οὐ βουλομένων, ἐξ αὐτῶν τῶν πολιτῶν συνελέγη τὸ στράτευμα. καὶ δέκα ἐξ αὐτῶν συντάξεις ἐγένοντο, λεγεῶνες κατὰ τὴν αὐτῶν καλούμεναι φωνὴν ἐκ τῆς γενομένης τῶν νέων ἐπιλογῆς· λέγερε γὰρ παρ’ αὐτοῖς τὸ ἐπιλέξασθαι λέγεται. αἱ δέκα δὲ αὗται λεγεῶνες ἑξήκοντα χιλιάδας ἀνδρῶν εἶχον, ὡς ἑκάστην εἰς ἑξακισχιλίους τελεῖν· καὶ οὕτως ὁ τοσοῦτος συνήχθη στρατὸς οὔπω τῶν Ῥωμαϊκῶν πραγμάτων εἰς τὸ πᾶν ἐπιδεδωκότων· τοσαύτη τῶν στρατιωτικῶν ἦν ἐπιθυμία καὶ τῶν πολιτῶν ἀνδρεία. τοῦτο δὴ τὸ στράτευμα τῶν πολιτῶν ἐξᾴραν ἐπὶ τοὺς Γάλλους ἐχώρησεν, ἡγουμένου τῆς στρατιᾶς Φουρίου. ἀλλά τις ἐκ τοῦ Γάλλων στρατεύματος, πρὶν ἢ συμμίξαι τὰ πλήθη, ἐκ προκλήσεως τὸν ἄριστον τῶν ῾Ρωμαίων εἰς μονομαχίαν ἐκάλει. τότε τοίνυν ἐθελοντὴς ἐξανέστη Μάρκος Οὐαλέριος ἐν τοῖς ἄρχουσι τῶν στρατιωτῶν τεταγμένος καὶ σκευασάμενος ἐπῆλθεν. ὁρμῶντι δὲ αὐτῷ κατὰ τοῦ πολεμίου κόραξ ἐπιπτὰς κατὰ τὸν δεξιὸν ἔστη βραχίονα. καὶ μετὰ τοῦτο οἱ μὲν ἄνδρες συνέμιξαν· ὁ δὲ κόραξ τοῖς τε ὄνυξι καὶ τοῖς πτεροῖς ἔπαιε τοῦ Γάλλου τὰ ὄμματα κωλύων εὐθὺ τῷ πολεμοῦντι προσβλέπειν· καὶ οὕτω πίπτει μὲν ὁ Γάλλος, τῷ Οὐαλερίῳ δὲ ὁ τῆς νίκης τρόπος δέδωκε τὴν προσηγορίαν· Κορβῖνος γὰρ ὠνομάσθη [ἀπὸ] τοῦ κόρακος οὕτω κατὰ τὴν τῶν Ἰταλῶν ὀνομαζομένου φωνήν· καὶ οὐδὲ μέχρι τούτων τὰ τῆς εὐημερίας ἔστη· ἀλλὰ τρίτον καὶ εἰκοστὸν γεγονὼς ἔτος ἐπὶ τὴν ὑπατείαν ἐκλήθη.
Λατῖνοι δὲ οἱ τὴν στρατολογίαν ἀρνησάμενοι καθάπερ ἔκ τινος μελέτης ἐπὶ μεῖζον ἐχώρησαν· ἔφασκον γὰρ τὸν ἕτερον τῶν ὑπάτων ἐκ σφῶν αὐτῶν χρῆναι χειροτονεῖσθαι. τῶν ῾Ρωμαίων δὲ οὐ συνθεμένων ἀνήφθη πόλεμος μέγιστος, εἴπερ τις ἄλλος. καὶ τοῦτον μὲν ἡττήθησαν οἱ Λατῖνοι καὶ θρίαμβον ἔσχεν ἡ νίκη· τοῖς ὑπάτοις δὲ ὡς ὑπὲρ ἔργου μεγάλου κατά τι χωρίον, ὃ ῾Ρῶστρα καλοῦσιν, ἀνδριάντας ἀνέστησαν. τοῦτο δὲ τὸ χωρίον τὰς πρὸς τὸν δῆμον ἐδέχετο τῶν ὑπάτων τε καὶ τῶν λοιπῶν ἀρχόντων δημηγορίας. ἐκεῖθεν γὰρ ἐν ταῖς καταλαμβανούσαις χρείαις διελέγοντο τῷ δήμῳ. κατὰ δὲ τὸν αὐτὸν ἐνιαυτὸν Ἀλεξάνδρεια παρὰ τοῦ Μακεδόνος Ἀλεξάνδρου συνῳκίσθη καὶ ταύτην ἐδέξατο τὴν προσηγορίαν ἡ τῆς Αἰγύπτου πάσης μήτηρ.
Ἐντεῦθεν δὴ καὶ τὰ τῆς δυνάμεως ηὐξήθη ῾Ρωμαίοις καὶ πρὸς ἄκρον ἀφίκοντο δυναστείας. ἀμέλει πορρωτάτω λοιπὸν αὐτοῖς οἱ πόλεμοι συνεκροτοῦντο. ἐπὶ Σαμνίτας γοῦν τριακοσίοις ἀπῳκισμένους σημείοις τὴν στρατιὰν ἐκίνησαν, ἧς ἀφηγεῖτο Παπίριος Κούρσωρ τὴν τῆς δικτατωρίας ἔχων ἐξουσίαν. χρείας δὲ αὐτὸν ἐπὶ τὴν ῾Ρώμην καλούσης τὸν ἄρχοντα τῆς ἵππου Φάβιον Μάξιμον (ἠκολούθει δὲ αὕτη, καθάπερ ἐν τοῖς ἔμπροσθεν εἰρήκαμεν, ἡ δυναστεία τῷ δικτάτωρι) κατέλιπεν ἐπιτροπεύειν τοῦ στρατοῦ προαγορεύσας μὴ συμμίξαι μήτε εἰς χεῖρας ἐλθεῖν, πρὶν ἂν ἐκ τῆς ῾Ρώμης ἐπανήκῃ λαβόμενος δὲ ὁ Φάβιος καιροῦ καὶ μιχρὰ φροντίσας τῶν τοῦ δικτάτωρος ἐντολῶν ἐμαχήσατο μὲν μετὰ λαμπρᾶς τῆς τύχης καὶ τοὺς Σαμνίτας ἀπώλεσε πανστρατιᾷ. ἐπὶ τούτοις ψῆφον ἐπήγαγεν ὁ δικτάτωρ αὐτῷ θανάτου· διεσώθη δὲ τῇ τε τοῦ στρατεύματος περὶ αὐτὸν σχέσει καὶ τῇ τοῦ δήμου σπουδῇ· τοσαύτη τε ἐκινήθη κατὰ τοῦ Παπιρίου στάσις, ὡς παρὰ μικρὸν ἐλθεῖν αὐτὸν θανάτου.
Μετὰ ταῦτα οἱ Σαμνῖται τοὺς ῾Ρωμαίους ὑπατευόντων Τίτου Βετουρίου καὶ Σπουρίου Ποστουμίου μετὰ πολλῆς κατεπολέμησαν τῆς αἰσχύνης· καὶ κύριοι καταστάντες αὐτῶν ἔθεντο σπονδὰς τοῖς ἡττημένοις ἀπρεπεῖς· ἀλλ’ ἡ σύγχλητος καὶ ὁ δῆμος τὰς μὲν σπονδὰς παρεσάλευσαν ὡς ἐν δυσπραγίᾳ γεγενημένας, ἀνέλαβον δὲ τὴν μάχην. καὶ οἱ πρότερον νενικηκότες ἡττήθησαν Παπιρίου τοῦ ὑπάτου τῇ μάχῃ στρατηγοῦντος. πεσόντων δὲ τῶν πλειόνων ἑπτὰ χιλιάδες ἀνδρῶν αἰχμαλώτων ὑπὸ τοῖς νενικηκόσιν ἐγένοτο· καὶ πρῶτος οὗτος κατὰ Σαμνιτῶν ἐδόθη τῷ Παπιρίῳ θρίαμβος. κατὰ δὲ τὸν αὐτὸν τοῦτον χρόνον Ἄππιος Κλαύδιος κήνσωρ αἱρεῖται. ἀρχὴ δὲ ἦν αὕτη τῶν μεγίστων καὶ ἦν ἔργον αὐτῇ τοὺς τῶν πολιτῶν διερευνᾶσθαί τε καὶ κρίνειν βίους· τιμωρίας τε κατὰ πάσης ἠδύνατο δυναστείας καὶ οὐδεις ἦν ἔξω τῆς τοῦ κήνσωρος ἐξουσίας. κύριοι δὲ ἦσαν οἱ κήνσωρες καὶ ἔργοις καινοῖς κατακοσμεῖν τὴν πόλιν. ὁ Κλαύδιος γοῦν πηγὴν ὠχέτευσεν εἰς τὴν ῾Ρώμην, ἥτις αὐτῷ μέχρι νῦν ἐπονομάζεται Κλαυδία· ὁδόν τε ἐστόρεσεν, ἥτις ἐπεκλήθη καὶ αὐτὴ τῷ πεποικότι Ἀππία προσαγορευθεῖσα. οὕτως ἡ μὲν τὸ ἐπώνυμον ἔσχε τοῦ πεποιηκότος, ἡ δὲ αὐτὸ τοὔνομα. τούτων ὧδε πεπραγμένων Σαμνῖται τὴν μάχην ἀνενεώσαντο Κύντου Φαβίου Μαξίμου τὴν ὑπατείαν ἔχοντος. παῖς δὲ ἦν οὗτος τοῦ μικροῦ πρόσθεν εἰρημένου Φαβίου Μαξίμου. οὗτος ἡττᾶται τὴν μάχην καὶ τρισχιλίους ἀποβάλλει τῶν μαχιμωτάτων. λήγατος δὲ αὐτῷ χειροτονηθεὶς ὁ πατὴρ Φάβιος ἐνίκησέ τε τοὺς Σαμνίτας καὶ πολλὰς αὐτῶν πόλεις εἷλεν. ἔπειτα διαδέχονται τὴν ὕπατον ἀρχὴν Πούβλιος Κορνήλιος ῾Ρουφῖνος καὶ Μάρκος Κούριος Δεντάτος καὶ συνάψαντες πρὸς τοὺς Σαμνίτας πόλεμον πολλαῖς τε μάχαις λαμπροὶ ὑπερέσχον καὶ παντάπασιν αὐτοὺς ἐκπολιορκήσαντες δι’ ἐτῶν ἐννέα καὶ τεσσαράκοντα τέλος ἔδοσαν τῷ πολέμῳ. ὡς ἔπος δὲ εἰπεῖν, οὐδὲν τῶν ἐντὸς τῆς Ἰταλίας ἐθνῶν οὕτω τὰς ῾Ρωμαϊκὰς δυνάμεις κατειργάσατο.
Πολλοῖς δὲ ὕστερον ἐνιαυτοῖς πλῆθος Γάλλων ἀξιομάχητον Τούσκοις τε καὶ Σαμνίταις κατὰ τῆς ῾Ρώμης ἐκοινώμησαν· καὶ τὸν δρόμον ἐπ’ αὐτὴν ποιούμενοι παρὰ Γνέου Κορνηλίου Δολοβέλλου τοῦ ὑπάτου πανωλεθρίᾳ διεφθάρησαν.
Ὑπὸ τούτους τοὺς χρόνους Ταραντίνοις ἐν ὑστάτῳ τῆς Ἰταλίας πάσης κειμένοις ἐπήχθη παρὰ ῾Ρωμαίων πόλεμος. αἰτία δὲ ἦν τοῦ πολέμου παροινία καὶ ἀσέλγεια παρὰ τοῦ δήμου τοῦ Ταραντίνου κατὰ τῶν πρεσβευτῶν ἐκ τῆς ῾Ρώμης τετολμημένη. ἀκμαζόντων δὲ τῶν κατὰ τὴν μάχην Πύρρον ἐπεκαλέσαντο σύμμαχον Ταραντῖνοι, γένος μὲν τῶν ἀπ’ Ἀχιλλέως, βασιλεύοντα δὲ τῶν Ἠπείρων. καταλαμβάνει τοίνυν τὴν Ἰταλίαν ὁ Πύρρος· καὶ τοῦτον πρῶτον πόλεμον ἐπολέμησαν ῾Ρωμαῖοι πρὸς στρατιὰν ἐξ ὑπερορίων ἥκουσαν. ἐπὶ τούτῳ ὕπατος ἐχειροτονήθη Πούβλιος Οὐαλέριος Λευῖνος. οὗτος Πύρρου κατασκόπους ἑλὼν προσέταξεν ἅπαν αὐτοῖς ἐπιδειχθῆναι τὸ στρατόπεδον, εἶτα ἀφεθῆναι καὶ τῷ Πύρρῳ γενέσθαι μηνυτὰς ὧν ἐθεάσαντο. μετὰ ταῦτα γίνεται μάχη καὶ τραπέντος τοῦ Πύρρου μεταβολὴν ἔσχεν διὰ τοὺς ἐλέφαντας ἡ τοῦ πολέμου τύχη. ἀγνῶτες γὰρ ὄντες τούτων οἱ ῾Ρωμαῖοι τῶν θηρίων καὶ τῶν ἵππων πρὸς τὴν ἀθρόαν ὄψιν ἐκπλαγέντων φοβηθέντες ἔσχον ἔλαττον. κακῶς δὴ τῶν Ρωμαϊκῶν ἐκ τούτου διακειμένων ἡ νὺξ ἔδωκε τῇ συμπλοκῇ τέλος· ᾗ χρησάμενος ὁ Λευῖνος ὑπεχώρησεν. κατὰ δὴ ταύτην τὴν μάχην χιλίους ὀκτακοσίους ὁ Πύρρος αἰχμαλώτους εἷλεν καὶ τῶν μεγίστων αὐτοὺς ἠξίωσε τιμῶν· τοὺς δὲ πεσὸντας ἐξ αὐτῶν τῶν ῾Ρωμαίων ταφῆ παραδέδωκεν. ἰδὼν δὲ αὐτοὺς καὶ ἐν νεκροῖς τοῖς σώμασιν φοβεροὺς πάντων τε τὰς πληγὰς ἐμπροσθίους, τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἀνασχὼν ἔφη πάσης ἄν κρατῆσαι τῆς γῆς, εἰ τοιούτοις αὐτῷ χρῆσθαι στρατιώταις ἐξεγένετο.

Μετὰ ταῦτα συνάπτουσιν ἑαυτοὺς τῷ Πύρρῳ Σαμνῖται καὶ Λουκανοὶ καὶ Βρούτιοι καὶ γίνεται δρόμος ἁπάντων ἐπὶ τὴν ῾Ρώμην· πᾶν τε τὸ προστυχὸν ἢ πυρὸς ἦν ἔργον ἢ σιδήρου καὶ τὴν μὲν Καμπανίαν ἐξεπολιόρκησαν· ἧκον δὲ ἐπὶ τὴν Πραίνεστον τῆς πόλεως ὀκτωκαιδεκάτῳ σημείῳ ἀφεστῶσαν. φοβηθεὶς δὲ ὁ Πύρρος τὸν ὕπατον καὶ τὴν σὺν αὐτῷ στρατιὰν ὄπισθεν αὐτῷ κατακολουθήσασαν εἰς τὴν Καμπανίαν ὑπεχώρησεν· καὶ παραγίνονται πρὸς αὐτὸν πρέσβεις ῾Ρωμαίων ἐξωνήσασθαι βουλόμενοι τοὺς αἰχμαλώτους. τούτους διὰ πάσης αἰδοῦς καὶ τιμῆς ἐποιήσατο εἶχέ τε ὡς ἔνι μάλιστα φιλοφρόνως, τὰ λύτρα τε ἀπωσάμενος προῖκα τοὺς αἰχμαλώτους ἀπέπεμψεν. ἕνα δὲ ἐκ τῶν πρέσβεων Φαβρίκιον οὕτως ἠγάσθη καὶ ἐθαύμασεν, ὥστε, ἐπειδὴ πενίᾳ συζῇν αὐτὸν ἔγνω, τοὺς θησαυροὺς ἐπιδείξας τὸ τέταρτον αὐτῷ προὔθηκεν αὐτῶν τε καὶ τῆς ἀρχῆς, εἰ τὴν πρὸς αὐτὸν ἕλοιτο συνουσίαν καὶ κατὰ τῶν πολιτῶν αὐτῷ προστεθείη. καταφρονηθείσης δὲ τῆς ὑποσχέσεως ηὐξήθη τῷ Πύρρῳ τὸ περὶ τὴν ῾Ρώμην τε καὶ τοὺς ἐξ αὐτῆς θαῦμα καὶ πρέσβεις ὁ νενικηκὼς πέμπει παρὰ τῶν ἡττημένων σπονδὰς ἐπαγγέλλειν ἴσας ἑκατέροις· τῆς δὲ πρεσβείας ἐξῆρχεν ἀνὴρ ἐπιφανὴς Κινέας. τῶν σπονδῶν δὲ μέρος ἦν καὶ τόδε· τῆς Ἰταλίας ὅσον ἤδη ἐδέδεκτο τὸν Πύρρον ἢ πολιορκηθὲν ἢ ἑκούσιον, τῆς αὐτοῦ δεσποτείας εἶναι. Ταύτην οὐκ ἐδέξαντο τὴν συνθήκην οἱ ῾Ρωμαῖοι, ἀπεχρίναντο δὲ τοῖς πρέσβεσι σπονδὰς ούδαμῶς ἔσεσθαι Πύρρῳ τε καὶ αὐτοῖς, εἰ μὴ πάσης τῆς Ἰταλίας ἐκχωρήσειε· μέγα τε μηδὲν ἡγεῖσθαι σφᾶς παρεσχηκέναι Πύρρον τὸ κατὰ τοὺς αἰχμαλώτους· τούτου δὲ εἶναι σημεῖον τὸ τοὺς ἀφεθέντας ἀτίμους εἶναι παρ’ αὐτοῖς ὡς ἀναξίους τῆς ῾Ρωμαϊκῆς πολιτείας, δι’ ἄλλο μὲν οὐδέν, ὅτι δὲ πολεμοῦντες ληφθεῖεν. λύσιν τε αὐτοῖς οὐκ ἔσεσθαι τοῦ κακοῦ, πρὶν ἂν τῶν διεγνωσμένων ἀνδρῶν ἐκ τοῦ στρατεύματος τῶν πολεμίων λάφυρα κομίσοιεν. οὕτω μὲν οὖν ἐπανῆλθεν ἄπρακτος ἡ πρεσβεία. πυνθανομένῳ δὲ τῷ Πύρρῳ παρὰ τῶν πρέσβεων, οἵαν εὕροιεν τὴν πόλιν, φασὶ τὸν Κινέαν εἰπεῖν πατρίδα βασιλέων ἑωρακέναι· τοῦτο δηλοῦντα, ὡς οἱ τῆς πόλεως ἔνοικοι πάντες τοιοῦτοι τυγχάνουσιν, οἷος αὐτὸς ὁ Πύρρος κατὰ τὴν Ἤτειρον καὶ τὴν Ἑλλάδα πᾶσαν ὑπείληπται.

ἐντεῦθεν ἐκστρατεύουσι πάλιν ἐπὶ τὸν Πύρρον ὑφ’ ἡγεμόσιν ὑπάτοις Πουβλίῳ Σουλπικίῳ καὶ Δεκίῳ. καὶ γενομένης μάχης τιτρώσκεται Πύρρος καὶ τῶν ἐλεφάντων ἀναιρεῖται τὸ πλεῖστον πίπτουσί τε τῶν μετὰ Πύρρου χιλιάδες εἴκοσι, ῾Ρωμαίων δὲ πεντακισχίλιοι μόνοι. φεύγει τοίνυν ὁ Πύρρος ἐπὶ τὴν Τάραντα.
Καὶ διελθόντος ἐνιαυτοῦ μετὰ ταύτην τὴν μάχην Φαβρίκιος αὖθις ἐπιπέμπεται τῷ Πύρρῳ μετὰ στρατιᾶς, ᾧ τὸ τέταρτον τῆς βασιλείας ἦν ὑπεσχημένος. στρατοπεδευσάμενοι δὲ ἐκ τοῦ πλησίον αὐτός τε καὶ ὁ Πύρρος ἀνέμενον τὴν μάχην· μιᾷ δὲ τῶν νυκτῶν ἰατρός τις τῷ Πύρρῳ συνὼν προσφεύγει τῷ Φαβρικίῳ ὑπισχνούμενος φαρμάκῳ τὸν Πύρρον ἀναιρήσειν, εἴ τις αὐτῷ τοῦ ἔργου τούτου καρπὸς γένοιτο. τοῦτον ὁ Φαβρίκιος δέσμιον ἐκπέμπει τῷ Πύρρῳ σημάνας ὡς οὔκ ἐστι ῾Ρωμαίων δόλῳ τοὺς ἐχθροὺς ἀλλ’ ὅπλοις ἀναιρεῖν. τότε τὸν Φαβρίκιον ὑπεραργασθεὶς ὁ Πύρρος, οὗτός ἐστιν, ἔφη, Φαβρίκιος ὃν οὔκ ἐστιν ἀφελκυσθῆναι τοῦ πρέποντος ὥσπερ οὐδὲ τὸν ἥλιον τῆς αὐτοῦ φορᾶς. καὶ ταῦτα εἰπὼν ἐπὶ τὴν Σικελίαν ἀπεχώρησεν. Φαβρίκιος δὲ Λουκανούς τε καὶ Σαμνίτας ἑλὼν ὑπὲρ τῆς νίκης ἐθριάμβευσε. δέχονται δὲ τὴν ὑπατείαν Μάρκος Κούριος Δεντάτος καὶ Κορνήλιος Λέντουλος· εὐθὺς δὲ ἐπὶ τὸν Πύρρον ἐκστρατεύουσιν. ὁ τοίνυν Κούριος συνῆψε πρὸς αὐτὸν μάχην καὶ τὸ μὲν στράτευμα σχεδὸν ἅπαν ἀπώλεσε τοῦ Πύρρου, αὐτὸν δὲ ἡ Τάρας ὑπεδέξατο φεύγοντα καὶ γίνεται τῆς παρεμβολῆς τῶν πολεμίων ὁ Κούριος ἐγκρατής. ὁ δὲ τῶν πεσόντων πολεμίων ἀριθμὸς εἴκοσι τρεῖς ἦσαν χιλιάδες. οὗτος ὁ πόλεμος ἔδωκε τῷ Κουρίῳ θρίαμβον. ἐπισημότατός τε οὗτος ἐγένετο τῶν πώποτε, τεσσάρων ἐλεφάντων τότε πρῶτον ἐν τῇ ῾Ρώμῃ φανέντων. τούτων οὕτω πραχθέντων καὶ τὴν Τάραντα ἀπολιπὼν ὁ Πύρρος ἐπὶ τὸ Ἄργος ἐχώρησεν· ἔνθα τὸ τέλος τοῦ βίου ἐδέξατο πεσὼν ἐν πολέμῳ.
Ἐντεῦθεν Γάϊος Φάβιος Λικίννιος καὶ Γάϊος Κλαύδιος Κανίνας ὕπατοι χειροτονοῦνται τετρακοσιοστῷ καὶ ἑξηκοστῷ καὶ πρώτῳ τῆς ῾Ρώμης ἔτει. κατὰ τοῦτον τὸν ἐνιαυτὸν πρέσβεις ἀπὸ τῆς Ἀλεξανδρείας πεμφθέντες πρὸς τοῦ βασιλέως Πτολεμαίου κατὲλαβον τὴν ῾Ρώμην αἰτούμενοι παρ’ αὐτῶν εἰρήνην τε καὶ φιλίαν.
Ἐκδεξαμένων δὲ τὴν ὑπατείαν Κύντου Κυλληνίου καὶ Γαΐου Φαβίου Πίκτωρος Πικένται πόλεμον ἐκίνησαν. χρόνου δὲ διελθόντος οὐ πολλοῦ παρὰ τῶν ἑξῆς ὑπάτων Πουβλίου Σεμπρωνίου καὶ Ἀππίου Κλαυδίου κατεπολεμήθησαν, ὥστε καὶ θριάμβῳ γενέσθαι χώραν. τότε δὴ καὶ πόλεις παρὰ ῾Ρωμαίοις ᾠκοδομήθησαν Ἀρίμινός τε ἐν Γάλλοις καὶ Βενεβεντὸς ἐν Σαμνίῳ.
Μάρκου δὲ Ἀτιλίου ῾Ρηγούλου καὶ Λουκίου Ἰουνίου Λίβωνος ἐλθόντων ἐπὶ τὴν ἀρχήν, κατὰ Σαλεντίνων ἐδογματίσθη πόλεμος· ἡττήθησαν δὲ καὶ τῆς πόλεως ἐξέπεσαν τῆς ἑαυτῶν καὶ μετὰ τούτων Βρουνδισηνοί. καθ’ ὧν ἁπάντων οἱ νικήσαντες ἐθριάμβευσαν.
Τετρακοσιοστῷ δὲ καὶ ἑβδομηκοστῷ τῆς πόλεως ἐπὶ πολὺ λοιπὸν ἦν καὶ παρὰ πᾶσι λαμπρὸν τὸ τῆς ῾Ρώμης ὄνομα· οὔπω δὲ τῆς Ἰταλίας ἐκτὸς αὐτοῖς συνεκεκρότητο πόλεμος. τότε τοίνυν βουληθέντες τὸ τῶν πολιτῶν γνῶμαι πλῆθος ἀπογραφὴν ἐποιήσαντο καὶ συνηριθμήθησαν ἀνδρῶν ἐννέα καὶ εἴκοσι μυριάδες καὶ δισχίλιοι διακόσιοι τριάκοντα τέσσαρες· καίτοι παρὰ πάντα τὸν ἔμπροσθεν χρόνον οὐδεμιᾶς γενομένης ἀνακωχῆς πολέμου. ἐν ταύτῃ τῇ δυνάμει τῆς πόλεως πρὸς Ἄφρους αὐτοῖς ὁ πρότερος κινεῖται πόλεμος, Ἀππίου Κλαυδίου καὶ Κύντου Φαβίου τὴν ὕπατον ἐχόντων ἀρχήν. γίνεται τοίνυν ἐν τῇ Σικελίᾳ συμπλοκή· καὶ νικήσας ὁ Κλαύδιος Ἄφρους τε καὶ τὸν βασιλέα Σικελίας Ἱέρωνα καθ’ ἑκατέρων ἐθριάμβευσε.
Τῷ δὲ ἑξῆς ἐνιαυτῷ Οὐαλέριος Μάρκος καὶ Ὠτακίλιος Κράσος ὕπατοι μεγάλα κατὰ τὴν Σικελίαν εἰργάσαντο. Ταυρομένιον γὰρ Κατάνην καὶ πεντήκοντα πρὸς ταύταις ἑτέρας πόλεις τῇ ῾Ρωμαϊκῇ συνῆψαν ἀρχῇ. τρίτῳ δὲ ἔτει τοῦ πρὸς Ἄφρους πολέμου παρασκευῆς ἐπὶ τὸν βασιλέα γενομένης Ἱέρωνα φθάνει τὴν μάχην Ἱέρων καὶ μετὰ τῆς συγκλήτου τῆς ἐκ Συρακουσίων αἰτεῖ παρὰ τῶν ῾Ρωμαίων εἰρήνην ἐπὶ διακοσίοις ἀργυρίου ταλάντοις καὶ λαμβάνει. τρέπεται τοίνυν ἡ παρασκευὴ ἐπὶ τοὺς Ἄφρους καὶ ἡττῶνται· καὶ θριαμβεύει κατ’ αὐτῶν ὁ νενικηκώς.
Ἔτει δὲ πέμπτῳ τοῦ προτέρου πρὸς Ἄφρους πολέμου, Γαΐου Δουελλίου καὶ Γνέου Κορνηλίου Ἀσιανοῦ κατεστηκότων ὑπάτων ἐναυμάχησαν ῾Ρωμαῖοι τοῦτο πρῶτον ἐν θαλάττῃ πολεμοῦντες· ναυσί τε ἐχρῶντο μακραῖς, ἅς αὐτοὶ μὲν ἐκάλουν ῥωστράτας ἀπὸ τοῦ τὰς πρώρας αὐτῶν ὀρνέων τινῶν μιμεῖσθαι ῥάμφη· λιβύρνα δὲ ἡ συνήθεια προσαγορεύει. κατὰ ταύτην δὲ τὴν ναυμαχίαν ἐξ ἀπάτης ὑπὸ τοῖς πολεμίοις ἐγένετο Κορνήλιος· κρατῶν γὰρ τοῖς ὅπλοις δόλῳ τῶν Ἄφρων ὡσανεὶ σπονδὰς αἰτούντων τῆς αὐτῶν ἐπιβὰς τριήρους συνελήφθη τε καὶ δεθεὶς ἀπήχθη. Δουέλλιος δὲ ἐπεξελθὼν τῇ μάχῃ νικᾷ τὸν στρατηγὸν τῶν πολεμίων μίαν τε καὶ τριάκοντα ναῦς αἱρεῖ, δέκα καὶ τέσσαρας ἑτέρας καταποντίσας· ἑπτὰ δὲ χιλιάδας αἰχμαλώτων ὑφ’ ἑαυτὸν κατεστήσατο, τρεῖς δὲ διέφθειρε χιλιάδας διδήρῳ τε καὶ τοῖς ὕδασιν νίκην τε κατεπράξαντο ῾Ρωμαῖοι, ἧς ἄλλην οὐχ ἡγήσαντο λαμπροτέραν οὐδ’
αὗ χαριεσστέραν, ἐπειδήπερ ὡμολογημένου τοῦ κατὰ γῆν κράτους κρείττους καὶ κατὰ θάλατταν ὤφθησαν, ἐν ᾗ πλεονεκτεῖν Ἄφροι τὸ πρὶν ἐνομίζοντο. Γαΐου δὲ Ἀκυλίου Φλώρου καὶ Λουκίου Σκηπίωνος διαδεξαμένων τὴν ὑπατείαν Κορσίκη καὶ Σαρδὼ πάντα τρόπον πολιορκηθεῖσαι πολύ τε ἀποβαλοῦσαι πλῆθος ἀνδρῶν αἰχμαλώτων ὑπὸ τοῖς ὑπάτοις γενομένων ἀφορμὴ θριάμβου τοῖς νενικηκόσιν ἐγένοντο.
Λουκίου δὲ Μανιλίου Βούλσωνος καὶ Μάρκου Ἀτιλίου ῾Ρηγούλου τὴν ἀρχὴν ὑποδεξαμένων ἐκ τῆς Ἰταλίας τε καὶ Σικελίας ἐπὶ τὴν Ἀφρικὴν ὁ πόλεμος μετηνέχθη· καὶ γίνεται ναυμαχία καρτερὰ πρὸς Ἀμιλκάρην τὸν τῶν πολεμίων στρατηγόν. καθ’ ἣν τέσσαρας καὶ ἑξήκοντα ναῦς οἱ ῾Ρωμαῖοι καταποντίσαντες τὸν μὲν στρατηγὸν ἔτρεψαν εἰς φυγήν, ἀπέβαλον δὲ καὶ αὐτοὶ δύο καὶ εἴκοσι ναῦς. ἀποβάντες δὲ εἰς τὴν πολεμίαν γῆν εὐθὺς μὲν Κλιπέαν εἷλον ἐπιφανῆ τῶν Ἄφρων πόλιν· δρόμος δὲ ἦν αὐτοῖς ἐπὶ τὴν Καρχηδόνα· πᾶν δὲ ὃ διῆλθον ἐκπολιορκήσαντες ἐχωρίσθησαν· καὶ Μανίλιος μὲν εἰς τὴν ῾Ρώμην ἐπανῆκε μετὰ λαμπρᾶς νίκης ἑπτὰ καὶ εἴκοσι χιλιάδας αἰχμαλώτων ἄγων. ῾Ρήγουλος δὲ προσμείνας ἔτι τοῖς πράγμασιν ἐπανέλαβεν ἐπ’ αὐτῆς τῆς Ἀφρικῆς τὴν μάχην τρισὶ τῶν πολεμίων στρατηγοῖς ἀντιπαραταξάμενος. περιγενόμενος δὲ τοῦ πολέμου ὀκτώ τε καὶ δέκα χιλιάδας ἀνελὼν καὶ πέντε ζὠντων ἐλὼν ἐλέφαντάς τε ὀκτὼ καὶ δέκα ληϊσάμενος ἑβδομήκοντα καὶ τέσσαρας πόλεις ὑποσπόνδους τῇ ῾Ρώμῃ συνῆψε τάξας αὐταῖς οὓς ἐβουλήθη φόρους. ἐνταῦθα λοιπὸν οἱ Ἄφροι κεκμηκότων αὐτοῖς τῶν πραγμάτων εἰρήνην αἰτοῦσιν· οὐ δεξαμένου δὲ τὴν ἱκετείαν ῾Ρηγούλου συνθήκας δὲ ἀπαιτοῦντος τῶν σπονδῶν ἀπηνεῖς τε καὶ τραχείας, Λακεδαιμονίους ἐπεκαλέσαντο πρὸς συμμαχίαν. καὶ πέμπεται αὐτοῖς στράτευμα Λακωνικὸν ὑφ’ ἡγεμόνι Ξανθίππῳ· συγκροτηθέντος οὖν πολὲμου μεταπίπτει τῷ ῾Ρηγούλῳ τὰ τῆς τύχης· ἡττᾶται γὰρ ἧτταν οὕτω μεγάλην, ὥστε πάσης μὲν τῆς στρατιᾶς δισχιλίους διαφυγεῖν μόνους, αὐτὸν δὲ μετὰ πεντακοσίων ὑπὸ τοῖς πολεμίοις γενόμενον δεθῆναι, τρεῖς δὲ χιλιάδας ἀνδρῶν μαχιμωτάτων πεσεῖν.
᾽Αλλ’ οἱ μετὰ τούτους ὕπατοι Μάρκος Αἰμίλιος Παῦλος καὶ Σέρβιος Φούλβιος τὴν μὲν κατὰ τὸν πόλεμον δυσπραγίαν ἐπηνώρθωσαν, οὐδὲ αὐτοὶ δὲ συμφορᾶς ἔξω κατέστησαν· τριακοσίαις γὰρ ναυσὶ συμμίξαντες τοῖς Ἄφροις ὑπερέσχον, ὥστε τέσσαρας μὲν καὶ ἑκατὸν νῆας καταποντίσαι, τριάκοντα δὲ μετὰ τῶν ἐν αὐταῖς μαχομένων ἑλεῖν, ἀνδρῶν δὲ δεκαπέντε χιλιάδας τὰς μὲν διαφθεῖραι τὰς δὲ αἰχμαλώτους ἀπάγειν, τὸ δὲ στράτευμα τὸ οἰκεῖον πᾶσι χρήμασι τοῖς ἐκ τῆς λείας πλουσιώτατον ἀποφῆναι. οὐδὲν δ’ ἂν ἐκώλυσε δουλεῦσαι τότε τοὺς Ἄφρους, εἰ μὴ λιμὸς ἐπελθὼν προαπήγαγε τὴν στρατιὰν τοῦ τέλους. ἐν οὕτω λαμπροῖς τοῖς κατὰ τὴν μάχην καὶ μετὰ τοσούτων λαφύρων ἐπανιόντα τὸν στόλον σχεδὸν ἅπαντα θαλάσσιος κλύδων κατειργάσατο καὶ τοσοῦτον ἐγένετο ναυάγιον, ὥστε ἐκ τετρακοσίων καὶ ἑξήκοντα καὶ τεσσάρων νηῶν ὀγδοήκοντα μόνας ἀθλίως διασωθῆναι. οὐδείς τε χρὸνος τοσοῦτον χειμῶνα μνήμῃ παραδέδωκεν ἀνθρώπων οὐδὲ τοσοῦτον σύμπτωμα θαλάσσιον. οὐ μὴν τοῦτο παρέλυσε τὸ φρόνημα τὸ ῾Ρωμαϊκὸν οὐδὲ ἀφεῖλέ τι τῆς ἀκμῆς· παραχρῆμά τε διακοσίας ἐπισκευασάμενοι ναῦς πρὸς ἑτέρας παρεσκευάσαντο ναυμαχίας.
Οἱ
οὗν ἑξῆς ὕπατοι Γναῖος Σερβίλιος Κητίων καὶ Γάϊος Σεμπρώνιος Βλαῖσος ἑξήκοντα καὶ διακοσίαις ναυσὶν ἐπὶ τὴν Ἀφρικὴν ἐξέπλευσαν καὶ τινὰς μὲν τῶν πόλεων εἷλον, λαφύρων δὲ ἐμπλήσαντες τὰς ναῦς ἀπῄεσαν. ἀλλὰ καὶ τούτοις χειμὼν διέφθειρεν τὴν εὐπραγίαν ναυαγίῳ περὶ τὸ πλεῖστον τοῦ στόλου χρησαμένοις. αὗται τοίνυν αἱ συμφοραὶ ἀλλήλαις ἐφάμιλλοί τε καὶ συνημμέναι τὴν περὶ τὸ ναυμαχεῖν προθυμίαν ἐξέβαλον τῶν ῾Ρωμαίων· δόγμα τε ἡ σύγκλητος ἐποιήσατο μηκέτι ταῖς κατὰ θάλατταν χρῆσθαι μάχαις μηδὲ ναῦς ἔχειν πλὴν ἑξήκοντα, φυλακῆς ἕνεκα τῶν Ἰταλῶν ὁρίων πρὸς τὰς ἔξωθεν ἐκ θαλάττης ἐφόδους.
Λουκίου δὲ Καικιλίου Μετέλλου καὶ Γαΐου Φουρίου Πλακίδου πρὸς τὴν ὑπατείαν κληθέντων, γίνεται μάχη περὶ τὴν Σικελίαν πρὸς Ἄφρους, ἑνὸς τῶν ὑπάτων Μετέλλου στρατηγοῦντος· ἐν ταύτῃ νικᾶται τῶν Ἄφρων ὁ στρατηγὸς τριάκοντα μὲν καὶ ἑκατὸν ἐλέφαντας ὁπλίτας ἄγων, στρατιὰν δὲ πασῶν τῶν ἔμπροσθεν μεγίστην· καὶ πίπτουσι μὲν εἴκοσι χιλιάδες ἀνδρῶν, ἐλέφαντες δὲ ἐζωγρήθησαν παρ’ αὐτὸν μὲν τὸν πόλεμον ἓξ καὶ εἴκοσι, τοὺς λοιποὺς δὲ οἱ συμμαχοῦντες αὐτῷ Νουμίδαι πλανωμένους συνέλαβόν τε καὶ παρεστήσαντο τῷ ὑπάτῳ. μετὰ θαυμαστῆς
οὗν πομπείας εἰς τὴν ῾Ρώμην εἰσῆλθε, τῶν ἐλεφάντων μεγέθει τε καὶ πλήθει τὰς ὁδοὺς πληροῦντων. οὗτος ὁ πόλεμος ἠνάγκασε τοὺς Ἄφρους καταφυγεῖν ἐπὶ τὸν ῾Ρηγοῦλον, ὃν ὲν δεσμοῖς εἶχον, παρεκάλουν τε αὐτὸν συμπρεσβεῦσαι τοῖς ὑπ’ αὐτῶν πρὸς ῾Ρωμαίους ἐκπεμπομένοις, ὥστε αὐτοῖς γενέσθαι σπονδὰς καὶ τοὺς ἑκατέρων αἰχμαλώτους ἀντιδοθῆναι τοῖς οἰκείοις. τὸ μὲν οὗν πρῶτον ἀντιβολοῦντας αὐτοὺς ὁ ῾Ρηγοῦλος καίτοι δέσμιος ὢν ἀπεωθεῖτο, νικηθεὶς δὲ τῇ προσεδρείᾳ παραγίνεται μὲν εἰς τὴν ῾Ρώμην. δοθέντος δὲ αὐτῷ λόγου οὐδὲν ἠγέσχετο κατὰ ῾Ρωμαῖον καὶ ὑπατικὸν ἄνδρα πρᾶξαι φάσκων, ἀφ’ ἧς ἡμέρας ὑπὸ τοῖς πολεμίοις ἐγένετο, τῆς ῾Ρωμαϊκῆς ἐκπεπτωκέναι πολιτείας· οὔτε οὖν τὴν γαμετὴν ἐδέξατο περιπλοκὰς ζητήσασαν· καὶ σύμβουλος γίνεται Ρωμαίοις μὴ προσέσθαι τοὺς Ἄφρους ἐπαγγέλλοντας εἰρήνην. περικεκόφθαι γὰρ αὐτοῖς τὰς δυνάμεις καὶ μήτε αὐτὸν μήτε τοὺς συνειλημμένους αὐτῷ ἀξιοχρέους ὑπειλῆφθαι χρῆναι πρὸς τοσούτων αἰχμαλώτων τῶν ἐξ Ἀφρικῆς κατεχομένων ἀντίδοσιν. ταῦτα συμβουλεύσας ἐκράτησε, πάντων τῶν αὑτοῦ τὰ τοῦ δήμου προθείς. οὗ δὴ καὶ τοῦτο γενναιότατον τῶν ἔργων. τῶν γὰρ πρεσβευτῶν ἀπράκτων ἀποπεμφθέντων συναπῆλθε καὶ ὁ ῾Ρηγοῦλος καὶ βουλομένων αὐτὸν τῶν πολιτῶν κατέχειν οὐκ εἶξεν, ὡς οὐ δυνάμενος πρέπον ἀξίωμα πολίτῃ ῾Ρωμαίῳ ἔχειν μετὰ τὴν παρὰ τοῖς Ἄφροις δουλείαν. τοσοῦτον ἦν τὸ φρόνημα τῶν ῾Ρωμαίων· ἐπεὶ τὸ τῶν ὅρκων, οὓς ἐδεδώκει τοῖς Ἄφροις, ἦ μὴν ἐπανήξειν εἰ μὴ καταπρςεδσψ άξαι τὰς σπονδάς, οὐδὲν ἐκώλυε μένειν. ὁ γὰρ ἀρχιερεύς, ὁ καλούμενος παρ’ αὐτοῖς πόντιφεξ, οὐκ εἶναι τὸ πρᾶγμα ἐπιορκίαν ἐκ τῶν ἱερῶν ἐψηφίσατο νόμων. ἐπανελθὼν οὖν πρὸς τὴν Ἀφρικὴν πολυτρόποις ἐξεδόθη κολάσεσιν, ἃς ἄλλοι ἄλλως ἐκδεδώκασιν. καὶ παρ’ αὐταῖς τὸν βίον ἐτελεύτησεν.
Ἐντεῦθεν Πούβλιος Κλαύδιος Ποῦλχρος καὶ Γάϊος Ἰούνιος ὕπατοι χειροτονηθέντες ἐπ’ ἴσης ἐδυσημέρησαν. Κλαύδιος μὲν γὰρ οὐκ ἀφοσιωσάμενος, ᾗ ὁ νόμος, ἐνεανιεύσατο κατὰ τῶν συμβόλων (αὐσπίκεια καλοῦσιν αὐτὰ ῾Ρωμαῖοι· σημεῖα δὲ ἦν ταῦτα δαιμονίως διδόμενα τοῖς έπὶ πόλεμον ἐξιοῦσι) καὶ διὰ τοῦτο χεῖρον ἔσχεν ἐν τῇ [κατὰ] τῶν Ἄφρων μάχῃ, ὥστε ἐκ διακοσίων εἴκοσι νηῶν, αἷς ἐναυμάχει, τριάκοντα διασωθῆναι καὶ αὐτὸν μετ’ αὐτῶν φυγεῖν· τὰς δὲ ἄλλας τὰς μὲν καταποντισθῆναι, τὰς δὲ ὑπὸ τοῖς πολεμίοις μετὰ τῶν ἐμπλεόντων πολεμιστῶν γενέσθαι· ὁ δὲ ἕτερος ὕπατος ναυαγίῳ τὰς ναῦς ἀποβαλὼν τὸ στρὰτευμα σῶον ἐπανήγαγεν. ἐπ’ αὐτῇ γὰρ τῇ χέρσῳ ἐφθάρησαν αἱ νῆες, ὥστε τοὺς ἄνδρας ἄνευ πόνου τῆς γῆς ἐφικέσθαι.
Μετὰ τούτους ὕπατοι γίνονται Γάϊος Λουτάτιος Κατοῦλος καὶ Αὖλος Ποστούμιος Ἀλβῖνος. τρίτον δὲ ἦν τοῦτο καὶ εἰκοστὸν ἔτος τοῦ πρὸς Ἄφρους πολέμου. Κατοῦλος τοίνυν τὰς πρὸς Ἄφρους ἐκλεξάμενος τριακοσίαις ναυσὶν ἐπ’ αὐτοὺς ἐχώρησεν, ἐκεῖνοι δὲ τετρακοσίαις ἀντεπαρετάξαντο. τοσούτῳ δὲ οὔτε πώποτε ἔμπροσθεν στόλῳ ἀλλήλοις οὗτοι δῆμοι συνέμιξαν. ἀλλὰ καὶ αὐτὸς ὁ Κατοῦλος ἐπέβη τῆς νεὼς ἀρρωστῶν· τέτρωτο γὰρ ἐν τῇ προτέρᾳ μάχῃ. συμμιξάντων δὲ αὐτῶν περὶ τὸ Λιλύβαιον τῆς Σικελίας τοσαύτην ἐπεδείξαντο ῾Ρωμαῖοι τὴν προθυμίαν, ὡς ἑξήκοντα μὲν ναῦς πολεμίας ἑλεῖν, πέντε δὲ καὶ εἴκοσι καὶ ἑκατὸν καταποντίσαι, δύο δὲ καὶ τριάκοντα χιλιάδας αἰχμαλώτων ἀνδρῶν λαβεῖν, τρισκαίδεκα δὲ διαχρήσασθαι καὶ πάντα δὲ τὸν πλοῦτον (ἐτύγκανον γὰρ αὐτὸν ἐναποθέμενοι ταῖς ναυσὶ τῷ μεγέθει τοῦ στόλου πεποιθότες οἱ πολέμιοι) ἑαυτῶν ποιήσασθαι. τῶν ῾Ρωμαίων δὲ αὐτῶν δυοκαίδεκα νῆες διεφθάρησαν. ὁ μὲν
οὗν πόλεμος ὁ αὐτὸς συνέστη πρὸ ἕξ εἰδῶν Μαρτίων κατὰ τοὺς ῾Ρωμαίους. Ἄφροι δὲ παραχρῆμα τὴν εἰρήνην ἐπήγγειλαν· καὶ ταύτην ἔδοσαν οἱ ῾Ρωμαῖοι λαβόντες τοὺς αἰχμαλώτους τοὺς ὑπὸ τοῖς Ἄφροις ὄντας· ὧν δὲ αὐτοὶ κατεῖχον, προσκομιζόντων λύτρα τῶν Ἄφρων οὐκ ἐδέξαντο, ἀλλὰ καὶ αὐτοὶ προῖκα διαφῆκαν· εἰ δέ τινες ἦσαν ὑπὸ δεσπόταις ἐκ δημοσίας πράσεως γεγενημένοι, τούτων ἐψηφίσαντο τὰ τιμήματα καταβληθῆναι τοῖς ἐωνημένοις. καὶ οὐδὲ ταῦτα τοὺς Ἄφρους ἐζημίωσαν, ἀλλὰ τὸν ταμίαν τῶν δημοσίων χρημάτων ἀπαριθμῆσαι προσέταξαν.
Μεταστάσης δὲ τῆς ἀρχῆς ἐπὶ Κύντον Λουτάτιον καὶ Αὖλον Μάλλιον ἐπηνέχθη Φαλίσκοις πόλεμος (πόλις δὲ ἦν αὕτη τῆς Ἰταλίας δυνατωτάτη)· καὶ τούτων ἑκάτεροι κατώρθωσαν ὕπατοι ἐν ἓξ ταῖς πάσαις ἡμέραις, μυρίων μὲν καὶ πεντασχιλίων πεσόντων ἐκ τοῦ στρατεύματος τῶν πολεμίων, τοῖς δὲ λοιποῖς εἰρήνης δοθείσης, ἐφ’ ἡμίσει τῆς γῆς, ὃ ῾Ρωμαίοις ἔδοξε γενέσθαι.



ΒΙΒΛΙΟΝ Γ

Οὕτω μὲν οὗν ὁ πρὸς Ἄφρους ἔληξε πόλεμος εἴκοσι καὶ τρισὶ παρεκταθεὶς ἐνιαυτοῖς. ῾Ρωμαῖοι δὲ ἤδη γνωριμώτατοι παρὰ πᾶσι γεγενημένοι πρέσβεις ἀπέστειλαν πρὸς τὸν Αἰγύπτου βασιλεύοντα Πτολεμαῖον, ὑπισχνούμενοι συμμαχίαν αὐτῷ κατὰ τοῦ Σύρων βασιλεύοντος Ἀντιόχου. ὁμολγήσας δὲ Πτολεμαῖος τῇ πρεσβείᾳ χάριν οὐκ ἐδεήθη τῆς συμμαχίας, ἐπειδήπερ εἴχεν ἤδη πέρας ἐκεῖνος ὁ πόλεμος. κατὰ δὲ τὸν αὐτὸν χρόνον τῆς Σικελίας βασιλεὺς Ἱέρων δυνατώτατος τῶν πώποτε εἰς τὴν ῾Ρώμην ἀφίκετο μεθέξων τῆς τελουμένης αὐτόθι θέας. σῖτόν τε εἴκοσι μυριάδας ἐδωρήσατο τῷ δήμῳ.
Ἡνίκα δὲ Ἱέρων κατέλαβε τὴν ῾Ρώμην, Λούκιος Κορνήλιος Λεντοῦλος καὶ Φούλβιος Φλάκκος ὕπατοι κατὰ Λιγούρω ἤραντο πόλεμον ἐντὸς τῶν Ἱταλῶν ὁρίων καὶ νίκης γενομένης ἐθριάμβευσαν. Καρχηδόνιοι δὲ παρεγχειροῦντες ταῖς σπονδαῖς τοὺς Σάρδους, οὕς αἱ συνθῆκαι ῾Ρωμαίοις ὑπακούειν ἠβούλοντο, παρηρέθιζον καὶ ἔπειθον ἀντιτάττεσθαι. τοῦ δὲ πράγματος εἰς φῶς κεχωρηκότος πρεσβεία Καρχηδονίων παραγενομένη τὴν εἰρήνην ἐκύρωσεν.
Ὑπάτων τε ἀναδειχθέντων Τίτου Μαλλίου Τορκουάτου καὶ Γαΐου Ἀτιλίου Βούσκλου θρίαμβος μὲν γίνεται κατὰ Σάρδων μάχῃ κρατηθέντων. μετὰ δὲ τοῦτο πᾶς πανταχόθεν ἐπέπαυτο πόλεμος καρτερά τε ἦν ἡσυχία, οἵαν οὐδενὶ χρόνῳ συνέβη γενέσθαι πλὴν ἐπὶ Νουμᾶ Πομπιλίου, ὅς μετὰ ῾Ρωμύλον ἐβασίλευσε.
Διαδεξαμένων δὲ τὴν ὑπατείαν Λουκίου Ποστουμίου Σαβίνου καὶ Γναίου Φαβίου Κεντουμάλου πόλεμος συνέστη πρὸς Ἰλλυρίους ῾Ρωμαίοις• καὶ πρότερον μὲν αἱ πλεῖσται τῶν πόλεων, μετὰ δὲ ταῦτα καὶ οἱ βασιλεῖς τῆς χώρας ἐκείνης τοῖς ὑπάτοις ἑαυτοὺς ἐνεχείρισαν.
Μετὰ τούτους Λουκίου Αἰμιλίου διαδεξαμένου τὴν ἀρχὴν πλῆθος Γάλλων ὑπὲρ ἀριθμὸν ἐπὶ τὴν Ἰταλίαν ὥρμησε καὶ τὰς Ἄλπεις ἤδη (ὄρος δέ ἐστι τοῦτο Γάλλους Ἰταλῶν διορίζον) ὑπερεβεβήκεσαν. ἔνθα δὴ πάσης ὁμοῦ τῆς Ἰταλίας ἐγένετο σύμπνοια καὶ συνεκροτήθη συμμαχικὸν εἰς ὀκτὼ μυριάδας, ὡς ὁ τῆς ἱστορίας συγγραφεὺς ἐξηγήσατο Φάβιος καὶ αὐτὸς τοῦ πολέμου κεκοινωνηκώς. ἀλλ’ οὐ δεηθεὶς τῶν συλλεγέντων ἐπικούρων Αἰμίλιος μετὰ τῆς αὑτοῦ στρατιᾶς κατειργάσατο τοὺς πολεμίους, ὥστε τεσσαράκοντα χιλιάδας πεσεῖν καὶ τὴν νίκην διὰ τοῦτο τῇ ψήφῳ τῆς πόλεως ἐθριάμβευσεν.
Ἐπὶ πλεῖστον δὲ ἡσυχάσαντες οἱ Γάλλοι πολλοῖς ὕστερον χρόνοις πάλιν ἤρξαντο πόλεμον ἔντὸς τῆς Ἰταλίας πρὸς τοὺς ῾Ρωμαίους• ὕπατοι δὲ ἦσαν Μάρκος Κλαύδιος Μάρκελλος καὶ Γνέος Κορνήλιος Σκηπίων• ἀλλ’ οὐκ εἰς μακρὰν κατελύθησαν. Μάρκελλος γὰρ ἵππον οὐ πολλὴν ἄγων νικᾷ τε αὐτοὺς μάκῃ καὶ τὸν βασιλέα Βουριδόμαρον αὐτοχειρὶ διεχρήσατο. ἐφεξῆς δὲ μετὰ τοῦ συνυπάτου τὸν πάντα κατορθώσας πόλεμον καὶ τὴν Μεδιόλανον ἑλὼν πολὺν τε συναγείρας χρημάτων ὄγκον ἐθριάμβευσεν ἐπὶ τῶν ὤμων τὰ λάφυρα φέρων τοῦ πεσόντος βασιλέως.
Μάρκου δὲ Μινουκίου ῾Ρούφου καὶ Πουβλίου Κορνηλίου τὴν ἀρχὴν ἐκδεξαμένων πρὸς Ἴστρους ἐγένετο πόλεμος, ἐπειδὴ τὸν ῾Ρωμαϊκὸν ἐλῄστευον στόλον• καὶ πάντες ὑπὸ ῾Ρωμαίοις ἐγένοντο. ὑπὸ δὲ τὸν αὐτὸν τοῦτον χρόνον δεύτερος ἐπῆλθε ῾Ρωμαίοις ἐξ Ἀφρικῆς πόλεμος Ἀννίβου Καρχηδονίοις στρατηγοῦντος, ὅς ἔτη γεγονὼς εἴκοσι τὴν Σάγουντον Ἱσπανίας πόλιν ῾Ρωμαίοις ὑπόσπονδον οὖσαν ἐνεστήσατο πολιορκεῖν. καὶ συλλέξας στρατείαν εἰς τεσσαρεσκαίδεκα μυριάδας ἀνδρῶν εἴχετο τοῦ ἔργου. τοῦτο γνόντες οἱ ῾Ρωμαῖοι πρεσβείαν ἐπ’ αὐτὸν στέλλουσι προαγορεύοντες αὐτῷ τῆς πολιορκίας ἀπέχεσθαι. μὴ πεισθέντος δὲ πρεσβεύονται πρὸς Καρχηδονίους, ὥστε ἀποστῆσαι τὸν Ἀννίβαν τῆς κατὰ τῶν οἰκείων ἐφόδου. οἱ δὲ τὸ καθῆκον ὑπερβάντες θρασύτερον ἀπεκρίναντο. παρασυρομένου δὲ τοῦ χρόνου μετὰ πολλὴν τὴν προσεδρείαν λιμῷ νικηθέντες οἱ Σαγούντοι σφᾶς αὐτοὺς ἐξέδωκαν καὶ μεγίστης ἐπειράθησαν ὠμότητος ἐνεκρίθη τοίνυν παρὰ ῾Ρωμαίοις πρὸς Ἄφρους πόλεμος, ὅτε σαφῶς ἀπεδείχθησαν παραβεβηκότες τὰς σπονδάς.
Καὶ Πούβλιος μὲν Κορνήλιος Σκηπίων μετὰ τοῦ στρατεύματος ἔδραμεν ἐπὶ τὰς Ἱσπανίας• Τιβέριος δὲ Σεμπρώνιος Γράκχος ἐπὶ τὴν Σικελίαν. ὁ τοίνυν Ἀννίβας καταλιπὼν ἐν Ἱσπανίαις τὸν ἀδελφὸν Ἀσδρούβαν ὑπερῆλθε τὸν Πυρρηναῖον καὶ τὰς καλουμένας Ἄλπεις αὐτῷ πρώτῳ γενομένας τότε βασίμους. εἵπετο δ’ αὐτῷ στρατιὰ [εἰς] τὴν Ἰταλίαν ἰόντι πεζῶν ὀκτὼ μυριάδες καὶ ἱππέων δέκα [χιλιάδες] ἐλεφαντές τε ἑπτὰ καὶ τριάκοντα. προϊὼν δὲ προσελάμβανεν, ὅσοις ἐντύχοι. Λίγουρες γοῦν καὶ Γάλλοι προσέθεντο. ταῦτα γνοὺς Σεμπρώνιος Γράκχος ἀπὸ τῆς Σικελίας μετέστησε τὴν στρατιὰν εἰς Ἀρίμινον.
Καὶ πρότερον μὲν ἀπήντησε τοῖς Ἄφροις ὁ Σκηπίων• καὶ συμμίξας ἧττόν τε ἔσχε τραπέντος αὐτῷ τοῦ στρατοῦ καὶ τιτρώσκεται καὶ εἰς τὴν παρεμβολὴν καταφεύγει. Γράκχος δὲ συνεπλάκη μὲν καὶ αὐτὸς ἐπὶ τὸν Τέρβριον, μετὰ δὲ τῆς ἴσης ἀνεχώρησε τῷ Σκηπίωνι τύχης• ἐκ τούτου πολλοὶ τῶν Ἰταλῶν παρέδοσαν ἑαυτοὺς τοῖς πολεμίοις• λαμπρός τε ὤν ἐκ τούτων Ἀννίβας τῶν προοιμίων συνέμιξε τῷ Φλαμινίῳ τὴν ὑπατικὴν στρατιὰν ἄγοντι• καὶ αὐτόν τε καὶ τὸ σὺν αὐτῷ στράτευμα διεχρήσατο, ἐγγὺς πέντε καὶ εἴκοσι χιλιάδας, τῶν λοιπῶν φυγῇ σωθέντων. πέμπεται λοιπὸν πρὸς αὐτὸν ὁ Φάβιος δικτάτωρ ἀναδειχθείς, ὅς ἀεὶ μὲν ἀναβαλλόμενος τὴν μάχην, ἀεὶ δὲ αὐτὴν προσδοκᾶσθαι ποιῶν ἀνέκοπτε τῆς πολλῆς ὁρμῆς τὸν στρατηγὸν τῶν Ἄφρων• καὶ ποτε ἀπροσδόκητος εἰς χεῖρας ἐλθὼν ἐκ τοῦ κρείττονος ἀνεχώρησε.
Πεντακοσιοστοῦ δὲ καὶ τεσσαρακοστοῦ τῆς πόλεως ἔτους Αἰμίλιος Παῦλος καὶ Πούβλιος Τερέντιος Βάρρων ὕπατοι χειροτονηθέντες ἐδέξαντο παρὰ τοῦ Φαβίου τὴν ἐξουσίαν• ὅς χωριζόμενος τῶν πραγμάτων συνεβούλευε τοῖς ὑπάτοις τοῖς αὐτοῦ κατακολουθεῖν περὶ τὴν μάχην ἴχνεσι καὶ τὴν συμπλοκὴν ἀναβάλλεσθαι, κωλύοντας μὲν ἐπιφερομένους, συμμίξαι δὲ παραιτουμένους. τοῦτον γὰρ εἶναι μόνον τῆς νίκης τῆς κατ’ ἐκείνου τὸν τρόπον. ἀτιμάσας δὲ ταύτην Βάρρων τὴν παραίνεσιν εἱλκύσθη πρὸς συμπλοκὴν τοῦ Παύλου κωλύοντος καὶ τῶν τοῦ Φαβίου λόγων ἀναμιμνήσκοντος• συνέμιξαν τοίνυν ἐν Κάνναις χωρίῳ τῆς Ἀπουλίας• καὶ νικᾶται τῶν ὑπάτων δὲ ἄνδρες καὶ πραιτώριοι ἀμφὶ τοὺς εἴκοσι• συγκλητικοὶ δὲ σὺν τοῖς ἀπαχθεῖσιν αἰχμαλώτοις τριάκοντα• ἐπιφανεῖς [δὲ] ἄλλως τριακόσιοι• τοῦ δὲ λοιποῦ τῶν μαχομένων πλήθους πεζῶν μὲν τεσσαράκοντα χιλιάδες, ἱππέων δὲ τρεῖς καὶ πεντακόσιοι. τῆς δὲ ἀντιπάλου στρατιᾶς ἔπεσον μὲν καὶ αὐτοῖς οὐκ ὀλίγοι• σχεδὸν δὲ ἅπαντες ἐγένοντο τραυματίαι. οὗ δὴ καὶ θαυμάσαι τοὺς ῾Ρωμαίους ἐστὶ τοῦ φρονήματος. τοασαύτῃ γὰρ ἐμπεσόντες συμφορᾷ, οἵαν οὔτε ὁ παρελθὼν ἤνεγκε χρόνος οὔτε ὁ μέλλων οἴσειν ἠλπίζετο, μνήμην εἰρήνης οὐκ ἐποιήσαντο• τὸ μέντοι μέγεθος ἐδείχθη τοῦ κακοῦ τῷ καινῷ τῆς στρατολογίας• τότε γὰρ δὴ πρῶτον ἐλευθερίας ἀξιωθέντες οἰκέται εἰς στρατείαν ἐξεδόθησαν.
Συνέβη δὲ, ὅπερ ἐν τοῖς τοιούτοις φιλεῖ, τοὺς ὑπηκόους συμμεταστῆναι τῇ τύχῃ καὶ τὰς ὑπὸ ῾Ρωμαίοις οὖσας Ἰταλικὰς πόλεις τὸν Ἀννίβαν ὑποδέξασθαι. Ἀννίβας δὲ γαυριῶν τοῖς κατωρθωμένοις ἐξουσίαν ἔδωκε τοῖς ῾Ρωμαίοις ἐξωνήσασθαι τοὺς αἰχμαλώτους. τότε τοίνυν ποικίλως αὐτοὺς πρότερον αἰκισάμενος ἅπαντας διεχρήσατο τρεῖς τε μεδίμνους δακτυλιδίων εἰς ἀπόδειξιν τῶν ἀνῃρημένων τοῖς Καρχηδονίοις ἐξέπεμψεν, οὕς τῶν νεχρῶν ἐξεῖλε σωμάτων. ἐν τούτοις δ’ ὄντος Ἀννίβου Σκηπίωνες ἄμφω τὸν Ἀσδρούβαν ἐν ταῖς Ἱσπανίαις διατρίβοντα (ἦν δὲ οὗτος ἀδελφὸς Ἀννίβου καταλελειμμένος μετὰ πολλῆς στρατιᾶς, ὥστε τὰς Ἱσπανίας ποσνεῖμαι τοῖς Ἄφροις) καλοῦσιν εἰς μάχην καὶ νικῶσι νίκην λαμπρὰν• αἰχμαλώτους γὰρ εἷλον μυρίους ἄνδρας, ἀνεῖλον δὲ εἴκοσι καὶ πέντε χιλιάδας. τοῦτο γνόντες οἱ Καρχηδόνιοι πέμπουσιν ἑτέραν αὐτῷ στρατιάν, δώδεκα μὲν πεζῶν χιλιάδας, τέσσαρας δὲ ἱππέων, ἐλέφαντας δὲ εἴκοσι.
Τετάρτῳ δὲ ἔτει τῆς διατριβῆς Αννίβου τῆς ἐν Ἰταλίᾳ Μάρκελλος ὕπατος χειροτονηθεὶς περὶ τὴν Νώλαν (πόλις δέ ἐστιν αὕτη τῆς Καμπανίας) συνεκρότησε πρὸς τὸν Ἀννίβαν πόλεμον καὶ νικᾷ τῇ μάχῃ. ἡττηθεὶς δὲ ὅμως ἐκεῖνος περὶ τὰς πόλεις ἐστρέφετο, τὰς μὲν πολιορκίᾳ, τὰς δὲ φόβῳ τῆς ῾Ρωμαϊκῆς ἀφιστὰς δυναστείας. τῆς γοῦν Ἀπουλίας καὶ Καλαβρίας καὶ Βρούττων τὰς πλείστας ἐφ’ ἑαυτῷ κατεστήσατο• τοσαύτη τε ἦν τῶν κατ’ αὐτὸν ἡ λαμπρότης, ὥστε καὶ Φίλιππον τῶν Μακεδόνων βασιλέα πρεσβείαν ὡς αὐτὸν στείλαντα [συμμαχικὸν] ὑποσχέσθαι κατὰ ῾Ρωμαίων• ὅρον δὲ εἶχεν ἡ ὑπόσχεσις τόνδε• καθαιρεθέντων εἰς ἅπαν ῾Ρωμαίων σύμμαχον καὶ αὐτὸν αὐτοῖς γενέσθαι πρὸς τὸν κατὰ τῶν Ἑλλήνων πόλεμον. ἀλλὰ συνέβη τοὺς ἐκ Μακεδονίας πρέσβεις τῷ ῾Ρωμαϊκῷ περιπεσεῖν στρατῷ• καὶ οὕτως ἐγένετο δήλη τοῖς ῾Ρωμαίοις ἡ Μακεδονικὴ πρεσβεία. πέμπουσι τοίνυν Λαβῖνον μὲν ἐπὶ Μακεδόνας, Τορκούατον δὲ ἐπὶ Σαρδόνας• ἤδη γάρ τοι καὶ αὕτη ῾Ρωμαίων ἀποστᾶσα προσεκεχωρήκει τοῖς Ἄφροις.
Τέσσαρας τοίνυν ἑνὶ χρόνῳ πολέμους ἐν διαφόροις τόποις εἶχον οἱ ῾Ρωμαῖοι• ἐν Ἰταλίᾳ πρὸς Ἀννίβαν, ἐν Μακεδονίᾳ πρὸς Φίλιππον, ἐν Σάρδοις πρός τε τοὺς ἐκ τῆς χώρας ἐκείνης καὶ πρὸς Ἀσδρούβαν, ἕτερον Ἄφρων στρατηγόν. τοῦτον Μάλλιος Τορκούατος ἐζώγρησε μάχῃ, πρότερον ἀποβαλόντα τῆς στρατιᾶς τῶν μὲν πεσόντων δέκα χιλιάδας, τῶν δὲ ἀπαχθέντων αἰχμαλώτων εἰς πεντακοσίους τε καὶ χιλίους. καὶ οὕτω Σάρδονες μὲν ῾Ρωμαίοις ἀπεδόθησαν• ὁ δὲ τοῦ πολέμου στρατηγὸς Μάλλιος ζῶντα τὸν Ἀσδρούβαν εἰσήγαγε τοῖς ῾Ρωμαίοις. οὕτω τούτων κεχωρηκότων νικᾷ καὶ Λαιβῖνος τὸν Φίλιππον• καὶ οἱ Σκηπίωνες ἐν Ἱσπανοῖς τόν τε Ἀσδρούβαν καὶ Μάγωνα καὶ αὐτὸν ἀδελφὸν Ἀννίβου.
Δεκάτῳ δὲ ἔτει τῆς ἐπὶ τὴν Ἰταλίαν εἰσόδου τῶν Ἄφρων Σουλπίκιος μὲν καὶ Φούλβιος ἦσαν ὕπατοι. Ἀννίβας δὲ ἐπὶ τὴν πόλιν ἰὼν ἐν τετάρτῳ τῆς πόλεως ἐστρατοπεδεύσατο σημείῳ τινὰς τῶν ἱππέων μέχρις αὐτῶν προεκπέμψας τῶν πυλῶν. τῶν δὲ ὑπάτων μετὰ τῆς στρατιᾶς, ἐπειδὴ τὸν τῆς πόλεως ἤκουσαν κίνδυνον, ἐπιστάντων φοβηθεὶς ἐπὶ τὴν Καμπανίαν ἐχώρησεν. ἐντεῦθεν τὰ ἐν Ἱσπανίαις μεταπίπτει πράγματα, καὶ Σκηπίωνες ἄμφω πίπτουσι μαχόμενοι πρὸς Ἀσδρούβαν, οἱ πολλάκις αὐτοῦ κεκρατηκότες• τῷ στρατεύματι δὲ οὐδεμία συνέβη βλάβη, ἐπεὶ καὶ οἱ στρατηγοὶ τύχῃ μᾶλλον ἡττήθησαν ἤ τῇ περὶ τὸν πόλεμον ῥᾳθυμίᾳ. ὑπὸ δὲ τούτους αὐτοὺς τοὺς χρόνους Μάρκελλος τὸ πλεῖστον ἀνεκτήσατο τῆς Σικελίας ὑπὸ τοῖς Ἄφροις ἤδη γεγενημένον καὶ τὰς Συρακούσας εἷλε πολιορκίᾳ πολύν τε πλοῦτον ἐκεῖθεν προσεκτήσατο τοῖς ῾Ρωμαίοις. τότε καὶ Λαιβῖνος πρὸς τὸν Φίλιππον καὶ πολλὰς τῶν Ἑλληνικῶν πόλεων καὶ πρὸς Ἄτταλόν τινα Ἀσίας βασιλέα σπεισάμενος ἐπὶ τὴν Σικελίαν ὥρμήθη. Ἄννωνα δὲ τὸν Καρχηδονίων στρατηγὸν καὶ τὴν Ἀκραγαντίνων πόλιν ἑλών, ἥν ἐφρούρει, τὸν μὲν ἅμα τοῖς ἐπισημοτάτοις τῶν αἰχμαλώτων ἐπὶ τὴν ῾Ρώμην ἐξέπεμψεν• τεσσαράκοντα δὲ πόλεις τῆς Σικελίας ἑκούσας ἑλών, ἕξ δὲ καὶ εἴκοσι πολιορκίᾳ, οὕτως οἴκαδε ἐπανῆλθε. καὶ τότε πάσης ἐγένοντο ῾Ρωμαῖοι τῆς Σικελίας δεσπόται. λαμπρὸς οὖν ἐπὶ τούτοις ἐπανῆλθεν ὁ Λαιβῖνος. τούτων ἐν Σικελίᾳ πραττομένων Ἀννίβας ἐν Ἰταλίᾳ τῷ τε ὑπάτῳ Φουλβίῳ καὶ τῷ στρατεύματι προσπεσὼν ἐξαπιναίως ὀκτὼ χιλιάδας ἀναιρεῖ καὶ τὸν ὕπατον.
Ἐν δὲ ταῖς Ἱσπανίαις μετὰ τὴν τῶν Σκηπιώνων τελευτὴν οὐκ ὄντος ἡγεμόνος τῷ στρατεύματι πέμπεται Σκηπίων ἕτερος, ὁ καλούμενος Πούβλιος, παῖς Σκηπίωνος τοῦ πρότερον ἐκεῖ πεπολεμηκότος, γεγονὼς μὲν ἔτη τέσσαρα καὶ εἴκοσι, τῶν δὲ κατ’ αὐτὸν καὶ τῶν ἐφεξῆς ἁπάντων ἄριστος. οὗτος εὐθὺς ἐκ προοιμίων αἱρεῖ Καρχηδόνα τὴν ἐν Ἱσπανίαις, ὁμώνυμον τῇ μητροπόλει τῆς Ἀφρικῆς• αἱρεῖ δὲ τὸ χρυσίον ἅπαν καὶ τὸν ἄργυρον καὶ τὴν λοιπὴν τοῦ πολέμου παρασκευὴν τῶν Ἄφρων αὐτόθι κειμένην ὡς ἐν ὀχυρῷ χωρίῳ• καὶ τοὺς ὁμήρους δὲ σύμπαντας, οὕς ἐκ τῶν ἐπισήμων γενῶν ἐτύγχανεν Ἀννίβας εἰληφώς τούτοις τὴν τῆς γῆς ἀσφαλιζόμενος κτῆσιν. γίγνεται δὲ καὶ τοῦ Μάγωνος ἐγκρατής, ὅς ἦν ἀδελφὸς (ὡς ἔφην) Ἀννίβου. ῾Ρωμαῖοι μὲν οὖν τὴν λείαν ἅπασαν καὶ Μάγωνα δεξάμενοι λαμπρὰν ἦγον ἑορτήν. ὁ δὲ Σκηπίων προσαγόρμενος τοὺς Ἱσπανοὺς ἅπασιν ἀπέδωκε τοὺς ὁμήρους• καὶ τοῦτο πάντας ἐποίησε τοὺς Ἱσπανοὺς ὥσπερ ἐκ μιᾶς γνώμης προσθέσθαι Σκηπίωνι τε καὶ ῾Ρωμαίοις. μετὰ ταῦτα συμμίξας τοῖς Ἄφροις τρέπει μὲν τὸν Ἀσδρούβαν εἰς φυγήν, πολύν δὲ καὶ ἐκ ταύτης τῆς μάχης ἀνείλετο πλοῦτον.
Οὕτω τῶν ῾Ρωμαϊκῶν διακειμένων Φάβιος ὕπατος καταστὰς ὑπηγάγετο Τάραντα, ἐν ᾗ πάντα τὸν ἐκ τοῦ πολέμου πλοῦτον παρακαταθέμενος ἐτύγχανεν Ἀννίβας. ἀνεῖλε δὲ καὶ τὸν ὑφηγεμόνα αὐτοῦ Καρθάλωνα• καὶ πέντε καὶ εἴκοσι χιλιάδας ἀνδρῶν, οὕς εἷλεν ἐν τῇ μάχῃ ζῶντας, ἀπέδοτο καὶ τὴν λοιπὴν πᾶσαν λείαν διένειμε τῷ στρατῷ, τὰ τιμήματα τῶν πεπραμένων αἰχμαλώτων μόνον τῷ ῾Ρωμαϊκῷ καθοσιώσας ταμείῳ. τούτοις τοῦ Φαβίου τοῖς ἔργοις αἱ πρὸς Ἀννίβαν [μεταστᾶσαι] τῆς Ἰταλίας πόλεις μετετέθησαν ἐπὶ τοὺς ῾Ρωμαίους, τῶν οἰκούντων αὐτὰς
κάνταῦθα τοὺς ἡττημένους ἀπολιπόντων. τῷ δὲ μετὰ ταῦτα ἐνιαυτῷ Σκηπίων ἐν Ἱσπανοῖς αὐτός τε μεγαλουργῶν καὶ τὸν ἀδελφὸν Λούκιον Σκηπίωνα συνεργὸν ἔχων ἑβδομήκοντα πόλεις ἀνέβαλεν, αἵ προσεκεχωρήκεισαν τοῖς Ἄφροις. ἀλλ’ ἐπὶ τῆς Ἰταλίας οὐκ ἦν ὅμοια τὰ ῾Ρωμαίων, Μαρκέλλου περιπεσόντος ἐνέδραις, ἅς ἔστησεν Ἀννίβας καὶ τὴν τελευτὴν οὕτω δεξαμένου.
Σκηπίων δὲ τρίτον ἔτος ἤδη τὰ κατὰ τοὺς Ἱσπανοὺς διοικῶν προσέθηκε μεγάλοις μείζοντα. τὸν γὰρ βασιλέα τῶν Ἱσπανῶν μεγάλῃ νικήσας μάχῃ μετὰ ταῦτα πρὸς αὐτὸν ἐσπείσατο. καὶ πρῶτος οὗτος ὁμήρων οὐκ ἐδεήθη• τοσοῦτον ἐθάρρει τοῖς ἔργοις.
Ταῦτα γνοὺς Ἀννίβας ἀπέγνω τῶν Ἱσπανῶν ὡς οὐδενὸς ἀνθέξοντος Σκηπίωνι• καὶ μεταπέμπεται τὸν ἀδελφὸν Ἀσδρούβαν εἰς Ἰταλίαν μετὰ πάσης στρατιᾶς. ὅς ταῖς ὁδοῖς χρώμενος ταῖς ὑπὸ Ἀννίβου προηνυσμέναις, ἐνεδρευθεὶς ὑπὸ τῶν ὑπάτων Ἀππίου τε Κλαυδίου Νέρωνος καὶ Λιβίου τοῦ Σαλινάτωρος περὶ τὴν Σέναν τοῦ Πικηνοῦ πόλιν μετὰ πολὺν τὸν ἐν τῷ πολέμῳ πόνον καὶ ἥν ἐπεδείξατο μαχόμενος ἀνδρείαν αὐτός τε πίπτει καὶ τῆς στρατιᾶς ἁπάσης οἱ νενικηκότες ἐγένοντο κύριοι, πρὸς δὲ καὶ χρυσίου καὶ ἀργύρου πολλῶν ταλάντων, ἅ καὶ ῾Ρωμαίους ἐξέπληξεν. ἐντεῦθεν ἤρξατο λοιπὸν Ἀννίβας μὲν οὐκ ἀγαθὰς ἔχειν περὶ τοῦ πολέμου τὰς προσδοκίας• τοῖς ῾Ρωμαίοις δὲ
ηὐξήθη τὸ τῶν ἐλπίδων• καὶ μετακαλοῦνται πρὸς ἑαυτοὺς τὸν Σκηπίωνα. καὶ ὁ μὲν παραγίνεται λαμπρὸς ἐπὶ μεγάλοις ὡς εἰκὸς ἔργοις.
Καικιλίῳ δὲ καὶ Οὐαλερίῳ τοῖς ὑπάτοις πᾶσαι Βρούττων αἱ πόλεις ὑπὸ τῶν οἰκούντων παρεδόθησαν.
Ἀννίβας μὲν οὖν τέταρτον καὶ δέκατον ἦγεν ἐπὶ τῆς Ἰταλίας ἔτος. ἐν τούτῳ δὲ ὁ Σκηπίων ὕπατος χειροτονεῖται, ὁ τὰ μέγιστα ἐν Ἱσπανοῖς ἐργασάμενος• καὶ εἰς αὐτὴν τὴν Ἀφρικὴν ἐκπλεῖ πείσας ῾Ρωμαίους, ὡς χρὴ μεταστῆσαι τὰ δυσχερῆ τῆς μάχης εἰς τὴν πολεμίαν. θείᾳ γὰρ ἐπιπνοίᾳ, [ὡς] ἐπεπίστευτο, τοσαῦτα κατώρθου, καί τις ἦν λόγος ὡς ἄρα καὶ πρὸς τοὺς θεοὺς αὐτῷ γίγνοιτο συνουσία. τῆς οὗν Ἀφρικῆς ἐπιβὰς Ἄννωνι συνέμιξε τῷ στρατηγῷ. καὶ προτέρᾳ μὲν συμπλοκῇ τὴν στρατείαν αὐτοῦ διέφθειρε πανωλεθρίᾳ• δεύτερον δὲ εἰς χεῖρας ἐλθὼν ἐκβάλλει τῆς παρεμβολῆς αὐτόν• καὶ ταύτης γίνεται κύριος σὺν τοῖς φύλαξι τετρακισχιλίοις καὶ πεντακοσίοις ἀνδράσιν. οἱ δὲ πεσόντες ἦσαν ἕνδεκα χιλιάδες. αἱρεῖ δὲ καὶ Σύμφακιν τῶν Νουμιδῶν βασιλέα συμμαχοῦντα τοῖς Ἄφροις καὶ γίνεται καὶ ταύτης τῆς παρεμβολῆς κύριος καὶ τὸν μὲν Σύμφρακιν εἰς τὴν ῾Ρώμην εξέπεμψε μετὰ Νουμιδῶν τῶν ἐπιφανεστάτων καὶ τῶν ἀπὸ τοῦ πολέμου λαφύρων καὶ ἀριθμὸν καὶ πολυτέλειαν παριόντων. γνωσθέντων δὲ τῶν κατὰ Ἀφρικὴν Σκηπίωνος ἔργων πᾶσα μὲν λοιπὸν Ἰταλία τὸν Ἀννίβαν ἀπέλιπεν. αὐτὸς δὲ ὑπὸ Καρχηδονίων κατεκλήθη τῆς πολιορκίας αὐτοὺς πιεζούσης• ἑπτακαιδεκάτῳ τοίνυν ἐνιαυτῷ τῆς Ἰταλίας Ἀννίβας ἀπεχώρησε. καὶ τότε πρεσβεύονται παρὰ τὸν Σκηπίωνα Καρχηδόνιοι• ὁ δὲ ἀναπέμπει πρὸς ῾Ρωμαίους πέντε καὶ τεσσαράκοντα ἡμέρας ἀνακωχὴν δοὺς τῷ πολέμῳ, ὡς ἄν ταύταις ἀπελθεῖν γένοιτο ῥᾴδιον. καὶ τοῦδε αὐτῷ μισθὸς ἦν τριῶν μυριάδων ἀργυρίου σταθμός• δεξαμένη τοίνυν ἡ σύγκλητος τὴν πρεσβείαν κύριον ποιεῖται τῶν σπονδῶν τὸν Σκηπίωνα. καὶ τίθεται ταῦτα ἐφ’ ὦτε μὴ πλείους ἤ τριάκοντα ναῦς ἔχειν Καρχηδονίους καὶ δοῦναι ῾Ρωμαίοις ὑπὲρ τῶν σπονδῶν πεντήκοντα μυριάδων ἀγρυρίου σταθμὸν τοὺς αἰχμαλώτους δὲ ἅπαντας καὶ τοὺς προσηλύτας ἀποδοῦναι.
Ταύτας τὰς σπονδὰς συνετάραξεν ἐπιστὰς Ἀννίβας, καὶ πολλὰ τρόπον πολεμίων Ἄφροι διεπράττοντο• ὥστε καὶ τοὺς πρέσβεις αὐτῶν ἐκ τῆς ῾Ρώμης ἐπανιόντας ὑπὸ τῆς μετὰ Σκηπίωνος στρατιᾶς συλληφθῆναι. ἀλλ’ ὁ Σκηπίων αὐτοὺς διαφῆκε καὶ συνάπτει μάχην πρὸς τὸν Ἀννίβαν. ἡττηθεὶς δὲ Ἀννίβας ἐν ἁπάσαις ταῖς συμπλοκαῖς γίγνεται καὶ αὐτὸς ἱκέτης ὑπὲρ εἰρήνης. αἱ σπονδαὶ ἀνελήφθησαν, ἐφ’ οἷς ἐγένοντο τὴν ἀρχήν, προστεθεισῶν, ὅτι δὴ τὴν ἀρχὴν παρεσπόνδησαν, ἀργυρίου λίτρων εἰς δέκα μυριάδας. ἀλλ’ οὐκ ἐδέξαντο τὴν προσθήκην οἱ Καρχηδόνιοι, προσέταξαν δὲ τὸν Ἀννίβαν πολέμῳ κρίνεσθαι. ἐπῆλθε τοίνυν αὐτός τε Σκηπίων τῇ Καρχηδόνι καὶ Μασινίσσας, ἕτερος Νουμιδῶν βασιλεύς, φίλος καὶ σύμμαχος τῷ Σκηπίωνι γεγενημένος. μελλούσης δὲ κινεῖσθαι τῆς μάχης ἐβουλήθη κατασκοπῆσαι τὸ στρατόπεδον τὸ ῾Ρωμαϊκὸν Ἀννίβας καὶ πέμπει κατασκόπους. τούτους ἑλὼν ὁ Σκηπίων ἐπιδειχθῆναι τε αὐτοῖς προσέταξε τὸ στράτευμα καὶ τὴν ἄλλην τοῦ πολέμου παρασκευὴν, δειπνήσαντας δὲ ἀφεθῆναι μηνύσοντας ἅπερ τεθέαντο.
Ὡς δὲ ἐγγὺς ἦσαν χειρῶν, τὰ μὲν τῆς παρατάξεως ἦν ἄξια θαυμάσαι, δύο στρατηγοῖν ἀρίστοιν τὰ στρατεύματα ταττόντοιν• ὡς δὲ τὸ ἔργον ἤρξαντο, νικᾷ τε ὁ Σκηπίων καὶ μικροῦ ζῶντα τὸν Ἀννίβαν αἱρεῖ. ἀλλ’ ὁ μὲν σὺν τέτταρσιν ἱππεῦσι διεσώθη• πλοῦτος δέ, ὅσος οὔπω πρότερον, ἐν τῇ παρεμβολῇ κατελήφθη τῶν πολεμίων, εἴκοσι μὲν μυριάδων ἀργυρίου, χρυσίου δὲ ὀκτὼ σταθμός• ἐσθήματά τε πολλὰ καὶ παντοδαπά. οὗτος ὁ πόλεμος ἐκύρωσε τὰς σπονδὰς καὶ πρὸς τὴν ῾Ρώμην ἐπανῆκεν ὁ Σκηπίων καὶ τὴν νίκην ἐθριάμβευσεν Ἀφρικανός τε ἐπεκλήθη τῆς ἑαυτοῦ νίκης γενόμενος ἐπώνυμος. ἐτελεύτησε δὲ ὁ πόλεμος οὗτος ἐννάτῳ καὶ δεκάτῳ ἐνιαυτῷ.



ΒΙΒΛΙΟΝ Δ

Τὰ μὲν οὖν Ἄφρων ὑπὸ ῾Ρωμαίοις ἦν• ἠκολούθησε δὲ ὁ Μακεδονικὸς πόλεμος ὁ πρὸς τὸν βασιλέα Φίλιππον πρώτῳ καὶ πεντηκοστῷ καὶ πεντακοσιοστῷ τῆς πόλεως ἔτει.
Πρὸς ὅν Τίτος Κύντιος Φλαμίνιος ἐκπεμφθεὶς νικᾷ τε αὐτὸν καὶ τίθεται σπονδάς• ὥστε καὶ τῶν πόλεων αὐτὸν ἀπέχεσθαι τῶν Ἑλληνικῶν, αἵ προσεκεχωρήκεσαν ῾Ρωμαίοις παρὰ τὸν τοῦ πολέμου καιρόν, καὶ τοὺς αἰχμαλώτους καὶ προσηλύτας ἀποδοῦναι καὶ μὴ πλείους ἔχειν πεντήκοντα νηῶν, τὰς δὲ λοιπὰς ἁπάσας παραδοῦναι• ὡς δὲ καὶ τοῖς ἑξῆς ἐνιαυτοῖς διδόναι φόρον ἐτήσια τετρακισχίλια τάλαντα ἀργυρίου καὶ προσέτι τὸν [υἱὸν] Δημήτριον ὅμηρον παραδοῦναι. μεταστήσας δὲ ἐπὶ τοὺς Λακεδαιμονίους ὁ Φλαμίνιος τὴν στρατιὰν κρατεῖ τε αὐτῶν μάχῃ καὶ τὸν στρατηγὸν αἱρεῖ συνθῆκας ἅς ἐβουλήθη ποιησάμενος ὑπόσπονδον θριαμβεύων εἰς τὴν ῾Ρώμην εἰσῆλθε προτρεχόντων αὐτῷ τοῦ ἅρματος Δημητρίου τε τοῦ Φιλίππου παιδὸς καὶ Ἀρμένου τοῦ Νάβιδος.
Οὕτω καὶ τῶν Μακεδονικῶν καὶ τῶν Λακωνικῶν ἡσυχασάντων πρὸς Ἀντίοχον τὸν βασιλεύοντα Συρίας ἀνεφύη πόλεμος. ὕπατοι δὲ ἦσαν Πούβλιος Κορνήλιος Σκηπίων καὶ Μάρκος Ἀκίλιος Γλαβρίων• συνεμάχει δὲ τῷ μὲν Ἀντιόκῳ πεφευγὼς ἐκ τῆς Καρχηδόνος Ἀννίβας (δέος γὰρ αὐτὸν ἐξήγαγε τῆς πατρίδος ὡς ῾Ρωμαίοις ἐκδοθησόμενον), ῾Ρωμαίοις δὲ ὁ Μακεδόνων [βασιλεὺς] Φίλιππος. γίνεται δὲ νυκτομαχία κατὰ τὴν Ἀχαΐαν ὑφ’ ἡγεμόνι τῷ Γλαβρίωνι καὶ τῆς μὲν παρεμβολῆς τοῦ βασιλέως οἱ ῾Ρωμαῖοι γίγνονται κύριοι• φεύγει δὲ ἐκεῖνος ἐπὶ τὸ λοιπὸν τῆς βασιλείας. Φιλίππῳ δὲ Δημήτριος παῖς ἀπεδόθη τῆς συμμαχίας χάριν.
Τούτους διαδέχονται τοὺς ὑπάτους Λούκιος Κορνήλιος Σκηπίων (ἀδελφὸς ὤν τοῦ κληθέντος Ἀφρικανοῦ καὶ ὁ ἀδελφὸς αὐτῷ χειροτονεῖται ληγάτος) καὶ Γάϊος Λαίλιος• καὶ φέρεται κλήρῳ τὰ τοῦ πολέμου τοῦ πρὸς Ἀντίοχον ἐπὶ τὸν Σκηπίωνα. καὶ πρότερον μὲν ναυμαχίᾳ τῆς βασιλικῆς ἐκράτησε στρατιᾶς• ἡγεμόνα δὲ εἶχεν Ἀννίβαν ὁ στόλος• ἔπειτα δὲ καὶ αὐτὸν Ἀντίοχον ἐν Μαγνησίᾳ τῇ πρὸς Σιπύλῳ τῆς Ἀσίας νικᾷ τε καὶ εἰς φυγὴν τρέπει• κοινωνὸς δὲ αὐτῷ ταύτης ἐγένετο τῆς μάχης Εὐμενὴς Ἀττάλου τοῦ τῆς Ἀσίας βασιλέως ἀδελφός, ὅς ἐπώνυμον ἑαυτῷ πόλιν ἐδείματο τὸ Εὐμένιον• ἐν ταύτη τῇ μάχῃ πέντε μυριάσι πεζομάχων καὶ τιρσχιλίοις ἱππεῦσιν ἥττων ὁ βασιλικὸς ἐγένετο στρατός. αἰτεῖ γοῦν εἰρήνην Ἀντίοχος καὶ δίδωσιν ἡ σύγκλητος ἐφ’ αἷς καὶ πρότερον προὔτεινε συνθήκαις οὐ βαρύνασα τὰς σπονδὰς ὡς ἡττημένῳ. αἱ συνθῆκαι δὲ εἷχον ᾧδε• τῆς μὲν Εὐρώτης αὐτὸν καὶ τῆς Ἀσίας ἀποχωρεῖν ἁπάσης• μένειν δὲ ἐπὶ τῶν ἐντὸς τοῦ Ταύρου πρὸς ἀνίσχοντα ἥλιον• εἰσενέγκαι δὲ μυρία τάλαντα καὶ ὁμήρους εἴκοσι παραδοῦναι• τόν τε Ἀννίβαν ἐκδοῦναι ὡς τῶν ταραχῶν ἐκείνῳ τε καὶ αὐτοῖς αἰτιώτατον. τὰ μὲν πρὸς Ἀντίοχον τάδε• Εὐμενεῖ δὲ τῆς συμμαχίας χάριν ἐδωρήθησαν αἱ πόλεις τῆς Ἀσίας, ἃς ἐξελελοίπει κατὰ τὰς σπονδὰς Ἀντίοχος. ῾Ροδίοις τε καὶ αὐτοῖς συμμεμαχηκόσι πολλαὶ τῶν πόλεων ὑπακούειν ἐπετάχθησαν. ὁ δὲ Σκηπίων ἐπὶ τούτοις τοῖς ἔργοις ἐθριάμβευσε κτησάμενος καὶ αὐτὸς ἀπὸ τῶν κατορθωθέντων ὄνομα• τοῦτο δὲ ἦν Ἀσιατικός.
Σπουρίου δὲ Ποστουμίου Ἀλβίνου καὶ Κύντου Μάρκου Φιλίππου τὴν ὑπατείαν εἰσδεξαμένων Φούλβιος μὲν κατὰ Αἰτωλῶν ἐθριάμβευσεν• Ἀννίβας δὲ ασθενέστερον τὸν Ἀντίοχον ὁρῶν καταφεύγει πρὸς Προυσίαν τὸν Βιθυνῶν βασιλέα. αἰτούντων δὲ αὐτὸν ῾Ρωμαίων διὰ τοῦ Φλαμινίου παραχρῆμα ἐξεδόθη• καὶ φόβῳ τῆς τιμωρίας φάρμακον σπάσας ἀποθνήσκει• καὶ θάπτουσιν αὐτὸν ἐν Λιβύσσῃ τῆς Βιθυνίας χωρίῳ, καὶ ὁ τάφος
ἐς τόδε ὁρᾶται.
Κατὰ τοῦτον τὸν χρόνον Φίλιππος μὲν ἐτελεύτησεν ὁ βασιλεὺς τῆς Μακεδονίας. ὁ δὲ τούτου παῖς (Περσεὺς ἦν ὄνομα αὐτῷ) ἐτυράννησε κατὰ ῾Ρωμαίων πολλὴν συλλέξας στρατιὰν συμμαχικόν τε οὐ μικρόν• Κότυν τε γὰρ τὸν Θρᾳκῶν βασιλέα καὶ Γέντιον τὸν Ἰλλυριῶν ἐπεκέκλητο. παρασκευὴ τοίνυν ἦν ἑκατέρωθεν ἅπασα ῾Ρωμαίοις ἐπικουρούντων Εὐμενοῦς τε, ὃς τῆς Ἀσίας ἐκράτει, καὶ τοῦ Καππαδοκῶν βασιλέως Ἀριαράτου καὶ τῆς Συρίας Ἀντιόχου καὶ Πτολεμαίου τοῦ Αἰγύπτου καὶ Μασινίσσου τοῦ Νουμίδου. Προυσίας γάρ, εἰ καὶ κηδεστὴς ἦν ἐπ’ ἀδελφῇ τοῦ Περσέως, ἑκατέροις γε ὅμως αὐτὸν ἴσον παρέσχεν• ἡγεῖτο δὲ τῆς ῾Ρωμαϊκῆς στρατιᾶς Πούβλιος Λικίννιος ὕπατος τοῦτον αὐτῷ τὸν πόλεμον ἀποκληρώσαντος τοῦ δήμου• καὶ νικᾶται τῇ μάχη. καίτοι νενικηκὼς ὁ Περσεὺς εἰρήνην ἐπαγγείλας παρὰ τῶν ῾Ρωμαίων διήμαρτεν• ὁ γὰρ δῆμος οὐκ ἔφη δώσειν, εἰ μὴ καὶ αὐτὸς ἑαυτὸν καὶ τοὺς αὐτοῦ πάντας ἐκδοίη τοῖς αὐτοὺς παραστησαμένοις. δεύτερος οὖν ἐπ’ αὐτὸν πέμπεται Λούκιος Αἰμίλιος Παῦλος• καὶ Γάϊος Ἄννιος ἑτέρῳ στρατεύματι ἐπὶ τὸν Ἰλλυριὸν Γέντιον. ὁ μὲν οὗν Γέντιος ἅμα τε συνέμιξε καὶ ἡττήθη καὶ τοῖς ῾Ρωμαίοις ἑαυτὸν παρέδωκεν [ἅμα τῇ] μητρὶ καὶ γαμετῇ καὶ παισὶ δύο καὶ δὴ καὶ ἀδελφῷ• καὶ τὸ ἔθνος πᾶν ἐκτήθη. ἐγένετο δὲ τὸ ἔργον [ἐν] ἡμέραις τριάκοντα• ἔφθασέ τε τὴν τῆς συμπλοκῆς ἡ τῆς νίκης ἀκοή.
Παῦλος δὲ τρίτῃ τοῦ μηνὸς τοῦ Σεμπτεμβρίου συμμίξας τῷ Περσεῖ διέφθειρε μὲν αὐτοῦ χιλιάδας εἴκοσι τοῦ πεζοῦ. ἐκεῖνον δὲ ἐδίωξε μετὰ τῆς ἵππου αὐτοῦ οὐδὲ ἑκατὸν ἀποβαλὼν τῶν μαχομένων• αἱ μὲν οὖν πόλεις εὐθὺς προσεχώρησαν ῾Ρωμαίοις• ὁ Περσεὺς δὲ ὑπὸ τῶν συμπεφευγότων καταλειφθεὶς ἑαυτὸν παρέδωκε ῾Ρωμαίοις• καὶ ὁ Παῦλος οὐχ ὡς ἡττημένον οἶδεν, ἀλλὰ καὶ προσπίπτοντα πρὸς τὰ γόνατα ἀνώρθωσε καὶ καθέδρας ἠξίωσε τῆς αὐτοῦ καὶ τῆς ἄλλης μετέδωκε τιμῆς. ἐντεῦθεν Ἰλλύριοι τε καὶ Μακεδόνες ὑπὸ ῾Ρωμαίοις ἐτέλουν ὅροις τοῖσδε• εἶναι μὲν αὐτοὺς αὐτονόμους, τῇ πόλει δὲ τῇ ῾Ρωμαίων εἰσφέρειν ὧν τοῖς βασιλεῦσιν εἰσέφερον μέρος ἥμισυ, πείθειν γὰρ ἠβούλοντο ῾Ρωμαῖοι τοὺς ὑτηκόους, ὡς οὐκ ἐπιθυμοῦσι χρημάτων. τοὺς μὲν ὅρους τούτους ἐν κοινῷ τῶν πανταχόθεν πρέσβεων ἀπήγγειλεν ὁ Παῦλος• ἐκαλεσέ τε αὐτοὺς εἰς εὐωχίαν φάσκων χρῆναι καὶ νικᾶν τε ὅπλοις καὶ νενικημένους ἑστιᾶν.
Ἑβδομήκοντα δὲ τῶν Ἠπειρωτικῶν πόλεων ἀντιταττομένας ἔτι ῾Ρωμαίοις εἷλε πολιορκίᾳ καὶ τὴν ἐκ τοῦ πολέμου λείαν διένειμε τῷ στρατῷ• σὺν μεγίστῃ τε εἰς τὴν ῾Ρώμην ἐπανῆκε πομπῇ νεὼς ἐπιβεβηκὼς Μακεδονικῆς, ἣ τοῦ βασιλεύσαντος ἦν Περσέως παμμεγέθης, ὡς δεκαπέντε χωρεῖν ἐρέτας ἐξ ἀμφοτέρων τῶν πλευρῶν. καὶ ἀποβὰς ἐθριάμβευσεν ἐφ’ ἅρματος χρυσοῦ τοῖς δύο παισὶ περιεστοιχισμένος προτρεχόντων τοῦ ἅρματος αὐτοῦ Περσέως πέντε καὶ τετταράκοντα γεγονότος ἐνιαυτοὺς καὶ υἱέων δύο. ἐδόθη δὲ καὶ Ἀννίῳ κατὰ τῶν Ἰλλυρίων θρίαμβος, οὗ καὶ αὐτοῦ προεπόμπευσαν Γέντιός τε καὶ ὁ ἀδελφὸς Γεντίου καὶ οἱ παῖδες. τούτων τῶν θριάμβων μετέσχον εἰς τὴν ῾Ρώμην ἀφικόμενοι Ἀτταλός τε καὶ Εὐμενὴς ἐκ τῆς Ἀσίας καὶ Προυσίας ἐκ τῆς Βιθουνίας. δῶρά τε προσεκόμισαν, ἃ προσιέμενοι ῾Ρωμαῖοι προσέταξαν ἐναποτεθῆναι τῷ Κατεπωλίῳ. Προυσίας δὲ καὶ τὸν υἱέα τὸν ἑαυτοῦ Νικομήδη παρεκατέθετο τῷ δήμῳ.
Τῷ δὲ ἑξῆς ἐνιαυτῷ Λούκιος Μέμμιος τοὺς Λυσιτανοὺς ἐνίκησε πολέμῳ καὶ μετὰ τοῦτον Μάρκελλος.
Κἀντεῦθεν ὁ τρίτος κατὰ τῶν Ἄφρων ἐκινήθη πόλεμος ἑξακιοστῷ μὲν καὶ ἑνὶ τῆς πόλεως ἔτει, πεντηκοστῷ δὲ καὶ δευτέρῳ μετὰ τὴν τοῦ δευτέρου τοῦ κατὰ Ἀννίβα πολέμου λύσιν. ὕπατοι δὲ χειροτονηθέντες Λούκιος Μάλλιος Κηνσωρῖνος καὶ Μάρκος Μανίλιος ἐπὶ τὴν Ἀφρικὴν ἐξέπλευσαν καὶ τῇ Καρχηδόνι προσεκάθηντο πολιορκοῦντες• ἡγεῖτο δὲ Καρχηδονίων τοῦ πεζοῦ μὲν Ἀσδρούβας, τῶν δὲ ἱππέων Φαμέας. συνῆν δὲ τοῖς ὑπάτοις ἀρχήν τινα στρατιωτικὴν ἔχων Σκηπίων ὁ Σκηπίωνος ἔκγονος τοῦ κληθέντος Ἀφρικανοῦ• οὗ τοσοῦτον ἦν παρὰ τοῖς πολεμίοις δέος καὶ τοσοῦτον παρὰ τῆς ἀνδρείας θαῦμα ὡς βουλευομένου τε ἄριστα καὶ ἐπιτελοῦντος ἔργοις τὰ δοκοῦντα ὀξέως, ὥστε τοὺς ὑπάτους αὐτοὺς κοινωνὸν μὲν αὐτὸν καὶ βουλῆς καὶ ἐγχειρημάτων ἔχειν, αὐτῷ δὲ χρῆσθαι πρὸς τὰ πρακτέα, ἐπειδήτερ ἑώρων τοὺς πολεμίους τὴν πρὸς αὐτὸν ἐκκλίνοντας συμπλοκὴν.
Μασινίσσας γοῦν ὁ τῶν Νουμίδων βασιλεὺς τὴν πρὸς ῾Ρωμαίους φιλίαν ἔτεσιν ἑξήκοντα τετηρηκώς, ἡνίκα ἀπέθνησκεν ἐνενηκοστὸν καὶ ἕβδομον τῆς ἡλικίας πεπληρωκὼς ἔτος, Σκηπίωνα ἱκέτευσε τοῖς παισὶ τοῖς αὐτοῦ (τέσσαρες δὲ οὗτοι ἦσαν καὶ τετταράκοντα) τὴν βασιλείαν διελεῖν.
Αὕτη τοῦ Σκηπίωνος ἡ δόξα τὸν δῆμον ἔπεισε τὴν ὑπατείαν ἐπ’ αὐτὸν ἐπαγαγεῖν τῆς νεότητος οὔπω τοῦτο ἐπιτρεπούσης• καὶ θᾶττον ἐλπίδος αἱρεῖ τὴν Καρχηδόνα καὶ κατασκάπτει• καὶ τὸν κόσμον ἅπαντα τῆς πόλεως τὸν ἐκ πολέμων αὐτῇ συνειλεγμένον λαβὼν τοῦτον εὐθὺς ἀπέδωκε τῶν πόλεων ταῖς ἀφῃρημέναις• αὐτὸς δὲ ἐπανῆλθε• και δοθέντος αὐτῳ θριάμβου προσετέθη καὶ τὸ ἐπώμυνον τοῦ πάππου• Ἀφρικανὸς γάρ τοι νέος καὶ οὗτος ἐπεκλήθη. ἀπώλετο τοίνυν ἡ Καρχηδὼν ἑπτακοσιοστῷ πέμπτῳ μετὰ τὸν συνοικισμὸν ἔτει.
Κατὰ τούτους τοὺς χρόνους ἀνήρ τις Ψευδοφίλιππος ἀντῆρε χεῖρας ῾Ρωμαίοις καὶ τὸν πραίτωρα Ἰουβέντιον ἐπ’ αὐτὸν χωρήσαντα μετὰ τοῦ στρατεύματος ἐνίκησε τῇ μάχῃ καὶ πανωλεθρίᾳ διέφθειρεν. ἀλλὰ Μέτελλος δεύτερος ἐπελθὼν ἐνίκησέ τε αὐτὸν καὶ πεντακισχιλίους ἀνελὼν ἀνεχτήσατο τὴν Μακεδονίαν ὑφ’ ἑαυτῷ τε τὸν Ψευδοφίλιππον ἐποίησε.
Τότε καὶ Κορίνθῳ πόλει τῶν Ἑλλήνων ἐπιφανεστάτῃ πόλεμος ἐπηνέχθη ῾Ρωμαϊκός, ἐπειδὴ κατὰ τῶν ἐκ ῾Ρώμης πρεσβευτῶν πεπαρῳνήκεσαν• καὶ Μούμμιος ἐκπεμφθεὶς εἷλε ταύτην καὶ κατέσκαψε. τρεῖς τε ἅμα θρίαμβοι θέαμα καινὸν ἐφάνησαν ἐπὶ τῆς ῾Ρώμης• ἐξ Ἀφρικῆς μὲν Σκηπίωνος, οὗ τῶν ἁρμάτων Ἀσδρούβας ἡγεῖτο• Μετέλλου δὲ ἐκ Μακεδονίας, οὗ προέτρεχεν Ἀνδρίσκος (τοῦτο γὰρ ἦν ὄνομα τῷ Ψευδοφιλίππῳ)• κατὰ Κορνθίων δὲ Μουμμίου πολλῶν αὐτὸν κατακοσμούντων χαλκῶν τε ἀγαλμάτων καὶ σανίδων γραφαῖς ἐξησκημένων.
Οὐ μὴν πάντα τὰ Μακεδόνων ἡσύχαζεν. ἀλλ’ αὖθις ἕτερος Ψευδοπερσεὺς παῖδα λέγων ἑαυτὸν Περσέως οἰκετικὴν συλλέξας στρατιὰν ἐπεχείρει πολεμεῖν, ὥστε αὐτῷ τοὺς ὁπλίτας εἰς ἑξακισχιλίους τελεῖν πρὸς τοῖς μυρίοις. ἀλλὰ τοῦτον ἔπαυσε μάχῃ νικήσας Τρεμέλλιος.
Κατὰ τὸν αὐτὸν δὲ χρόνον Μέτελλος ἐν Ἱσπανίᾳ πρὸς Κελτοὺς Ἴβηρας ἐμαχέσατο γενναίως• καὶ παραδίδωσι τήν τε ἀρχὴν καὶ τὸν πόλεμον Πομπηΐῳ. εἶτ’ ἐφεξῆς αὐτός τε [καὶ Πομπήϊος] καὶ Κύντος Καιπίων ἐπὶ τὸν Πουρίανθον ἐξεπέμφθησαν, ὃς ἐν τῇ Λυσιτανίᾳ κατὰ ῾Ρωμαίων ἤρξατο πολέμου καὶ τοὺς Ἱσπανοὺς ἀνηρέθισε τέταρτον ἤδη καὶ δέκατον ἔτος ἡσυχάσαντας. ἦν δὲ ὁ Πουρίαθος ποιμήν, εἶτα ληστρικὸν μετῆλθε βίον, τελευτῶν δὲ εἰς τοῦτο ἦλθε παρανοίας ὡς ἐν νῷ λαβεῖν ἐλευθερῶσαι δύνασθαι τοὺς Ἱσπανοὺς ἀπὸ τῶν ῾Ρωμαίων• ὁ μὲν οὖν ὑπὸ τῶν οἰκείων ἀνῃρέθη, Καιπίων δὲ τοῖς ἀνελοῦσι μισθὸν ἐπαγγέλουσιν ἀπεκρίνατο μηδαμῶς ἀρέσκειν ῾Ρωμαίοις ἀναιρεῖσθαι τὸν ἡγούμενον ὑπὸ τῶν ὑπηκόων.
Πομπήϊος δὲ τῇ πρὸς Νουμαντίνους ἡττηθεὶς μάχῃ σπονδὰς ἐπονειδίστους ἐποιήσατο• καὶ Ὁστίλιος δὲ Μαγκῖνος ὁ μετ’ αὐτὸν ὕπατος ἀναλαβὼν τὴν μάχην χαλεπώτερόν τε ἡττηθεὶς ἤ Πομπήϊος ἐπὶ σπονδαῖς ἀνεχώρησεν αἰχροτέραις, ὡς τὸν δῆμον τὸν τῶν ῾Ρωμαίων μήτε δέξασθαι τὰς σπονδὰς καὶ τὸν Μαγκῖνον παραδοῦναι τοῖς πολεμίοις πεισόμενον ὅ τι ἄν αὐτοῖς δοκῇ. ἐν τοσαύτῃ τοίνυν ἀτιμίᾳ διπλῇ καὶ ἥττης καὶ συνθήκης ἐκπέμπεται Σκηπίων ὁ καλούμενος Ἀφρικανὸς μετὰ τῆς ὑπατοκῆς ἐξουσίας. οὗτος πρότερον μὲν ἐπεμελήθη τῆς στρατιᾶς ὑπὸ τοῖς προτέροις ἡγεμόσι διεφθαρμένης γυμανσίοις τε αὐτοὺς καταμελετῶν καὶ χωρὶς ὠμότητος καὶ τιμωρίας εἰς τὸ δέον ἐπανάγων• ὡς δὲ ἥρμοσε τοὺς ἄνδρας ἐπῆλθε τῶν πόλεων ταῖς ἀποστάσαις• καὶ τοὺς μὲν σφᾶς αὐτοὺς παραδόντας, τοὺς δὲ πολιορκίαις ἐπηγάγετο. τελευταῖον δὲ ἐπὶ τὸ κεφάλαιον ἦλθε τοῦ πολέμου τὴν Νουμαντίαν• καὶ ποσκαθεσθεὶς λιμῷ τε πιέσας τοὺς ἔνδον τήν τε πόλιν εἷλε καὶ κατέσκαπτε• καὶ τὸ ἔθνος ἅπαν ἀπέδωκε τῇ ῾Ρώμῃ.
Ἐν τούτῳ τῷ χρόνῳ τελευτᾷ τῆς Ἀσίας ὁ βασιλεὺς Ἄτταλος ὁ Εὐμενοῦς ἀδελφὸς κληρονόμῳ χρησάμενος τῷ δήμῳ ῾Ρωμαίων• [καὶ] γίγνεται κύριος τῆς Ἀσίας ὁ δῆμος τῷ τῆς διαδοχῆς δικαίῳ.
Καὶ Βροῦτος δὲ κατὰ Γάλλων καὶ Λυσιτανῶν ἐνδοξότατα ἐθριάμβευσε• καὶ Σκηπίων κατὰ Νουμαντίνων τεσσαρεσκαίδεκα ἔτεσιν ὕστερον τοῦ κατὰ Ἄφρων θριάμβου.
Κατὰ τοῦτον τὸν χρόνον Ἀριστόνικος, ἐκ παλλακῆς παῖς Εὐμενοῦς ὅς ἦν ἀδελφὸς Ἀττάλου, πόλεμον ἤρατο πρὸς ῾Ρωμαίους ἐπὶ τῆς Ἀσίας αὐτῆς. καὶ πεμφθεὶς ἐπ’ αὐτὸν Λικίννιος Κράσσος μετὰ πολλοῦ συμμαχικοῦ. Νικομήδης τε γὰρ [ὁ] Βιθυνίας βασιλεὺς καὶ Μιθριδάτης ὁ Πόντου, πρὸς ὅν μικρὸν ὕστερον μέγιστος καὶ πολυχρόνιος συνέστη πόλεμος, καὶ Ἀριαράθης ὁ Καππαδοκίας καὶ Πυλαιμένης ὁ Παφλαγονίας ἐπίκουροι παρῆσαν. ἡττήθη δὲ ὁ Κράσσος καὶ ἔπεσεν ἐν τῇ παρατάξει• καὶ τὴν μὲν κεφαλὴν ἀποτεμόντες οἱ δορυφόροι προσεκόμισαν Ἀριστονίκῳ, τὸ σῶμα δὲ ἐκεῖνος προσέταξε ταφῆναι καὶ ἡ Σμύρνα τὸν τάφον ἐδέξατο. ἐκδέχεται δὴ καὶ τὴν ἀρχὴν καὶ τὸν πόλεμον ὁ ὕπατος Περπερνᾶς καὶ τὰ πεμπραγμένα γνοὺς ἠπείχθη πρὸς τὴν Ἀσίαν καὶ νικήσας τὸν Ἀριστόνικον μάχῃ κατέκλεισεν ἐν Στρατονίκῃ τῇ πόλει• πολιορκίᾳ δὲ καὶ ταύτην κακεῖνον ἑλὼν ἐπανιὼν ἐπὶ τὴν ῾Ρώμην ἐτελεύτησε. ῾Ρωμαῖοι δὲ τὸν Ἀριστόνικον δήσαντες εἶτα ἀπέπνιξαν.
Μετὰ τοῦτον ἧκε τὰ τῆς ὑπατείας ἐπὶ Λούκιον Καικίλιον Μέτελλον καὶ Τίτον Κύντιον Φλαμίνιον. κατὰ τοῦτον ῾Ρωμαῖοι τὸν ἐνιαυτὸν προσέταξαν οἰκοδομηθῆναι τὴν Καρχηδόνα τὴν νῦν ἔτι φαινομένην δύο καὶ εἴκοσι ὕστερον ἔτεσι μετὰ τὴν ὑπὸ Σκηπίωνος κατασκαφήν. ἔπεμψαν εἰς αὐτὴν ἐξ αὐτῶν ἀποίκους.
Ἑξακοσιοστῷ δὲ καὶ εἰκοστῷ καὶ ἑβδόμῳ τῇς πόλεως ἔτει Γάϊος Κάσιος Λογγῖνος καὶ Σέξτος Δομίτιος Ἀλβίνος ὕπατοι τοῖς ὑπὲρ τὰς Ἄλπεις Γάλλοις ἐπήγαγον πόλεμον καὶ τὴν μεγίστην αὐτῶν πόλιν Ἀρβέρναν περιεκαθέσθησαν. ἡγεῖτο δὲ Γάλλων Βιτούϊτος. μαχεσάμενοι τοίνυν περὶ τὸν ῾Ροδανὸν ποταμὸν πολὺν μὲν αὐτῶν στρατὸν ἀνεῖλον, τοσαύτης δὲ ἐπελάβοντο λείας ὥστε ἐκ τῶν στρεπτῶν , οὕς ἐπὶ τῶν τραχήλων εἶχον οἱ πολέμιοι, πολύν τινα χρυσίου σταθμὸν εἰσπέμψαι ῾Ρωμαίοις. Βιτούϊτος δὲ ὁ στρατηγὸς ἁλοὺς μέρος ἐγένετο τοῦ θριάμβου• καὶ ἐπὶ τούτοις τοῖς ἔργοις ἑκάτερος τῶν ὑπάτων ἐθριάμβευσεν.
Ἐντεῦθεν Πόρκιος Κάτων καὶ Κύντος Μάρκιος ῾Ρὴξ δέχονται τὴν ἀρχὴν ἑξακοσιοστοῦ καὶ τριακοστοῦ τῆς πόλεως ἔτους. οὗτοι κατήγαγον ἀποικίαν εἰς Γάλλους Νάρβωνα δειμάμενοι πόλιν. καὶ μικρὸν ὕστερον οἱ μετὰ τούτους ὕπαροι Κύντος Καικίλιος Μέτελλος καὶ Κύντος Μούκιος Σκαιβολᾶς κατὰ Δαλματῶν ἐθριάμβευσαν.
Εἶτα [οὐ] πολλοῖς ὕστερον χρόνοις ὁ ὕπατος Κάτων κατὰ Σκορδίσκον κινήσας πόλεμον ἡττήθη τε αἰσχρῶς καὶ ἀπεχώρησε.
Γαΐου δὲ Καικιλίου Μετέλλου καὶ Γναίου Κάρβωνος ὑπάτων γενομένων οἱ ἀδελφοὶ Μέτελλοι κατὰ τὴν ῾Ρώμην ἐθριάμβευσαν, ὁ μὲν κατὰ Σαρδῶν, κατὰ Θρᾳκῶν δὲ ἕτερος. τότε φήμη κατέλαβε ῾Ρωμαίους Γάλλων τοὺς καλουμένους Κίμβρους ἔφοδον κατὰ τῆς Ἰταλίας ποιήσασθαι.
Καὶ κατὰ τὸν αὐτὸν χρόνον ἤδη Πουβλίου Σκηπίωνος τοῦ Νασίκου καὶ Πουβλίου Καλπουρνίου Βηστίου τὴν ἀρχὴν ὑποδεξαμένων ὁ πρὸς Ἰουγούρθαν τὸν Νουμίδην ἤρξατο πόλεμος αἰτίαν ἔχων τὸν Ἰεμψάλου καὶ Ἀδαρβάλου φόνον, οἵ παῖδες ἦσαν τοῦ βασιλεύσαντος Νουμιδῶν Μικίψου φίλου καὶ συμμάχου ῾Ρωμαίων. ἐπὶ τοῦτον ὕπατος πέμπεται Καλπούρνιος• καὶ διαφθαρεὶς χρήμασιν αἰσχρότατα πρὸς Ἰουγούρθαν ἐσπείσατο• ταύτας οὖν ὁ δῆμος ἀκυρώσας τὰς σπονδὰς πέμπει τὸν ἑξῆς ὕπατον Σπούριον Ποστούμιον Ἀλβῖνον• ἀλλὰ καὶ οὗτος τῷ ἀδελφῷ τὸ ἔργον ἐπιτρέψας οὐκ ἀγαθὸν ἔσχε τῆς μάχης τὸ τέλος.
Τρίτος ἐξαποστέλλεται Κύντος Καικίλιος Μέτελλος καὶ τὴν στρατιὰν ἐξ ἀτόπου μελέτης τῆς ὑπὸ τοῖς προτέροις ὑπάτοις πρὸς τὸ δέον ἁρμόσας ἐπιεικῶς πάνυ πολλαῖς τὸν Ἰουγούρθαν ἐνίκησε μάχαις• καὶ τούς τε ἐλέφαντας κατέσφαξεν οὐκ ὀλίγους ζῶντας ἑλών• τῶν τε πόλεων αὐτῷ προσεχώρησαν αἱ πλείους. πρὸς αὐτῷ δὲ ὤν τῷ τέλει παύεται τῆς ἀρχῆς ὑπὸ Μαρίου. γενόμενος δὲ ἐν τοῖς πράγμασιν ὁ Μάριος Ἰουγούρθαν καὶ Βόκχον τὸν βασιλέα τῶν Μαύρων σύμμαχον τῷ Ἰουγούρθᾳ γεγενημένον ἐνίκησε μάχῃ• καὶ τοῦ μὲν Βόκχου περιέκοψε τὰς δυνάμεις. Ἰουγούρθαν δὲ ἐκδοθέντα παρ’ αὐτοῦ τοῖς ῾Ρωμαίοις ἐξέπεμψε δι’ ἀνδρὸς ἀρίστου Σύλλου ταμίου τότε ὄντος αὐτῷ τῶν δημοσίων χρημάτων. μετὰ δὲ ταύτης τῆς νίκης καὶ ἑτέρα συνέβη. Ἰούνιος γὰρ Σιλανὸς ὁ Μετέλλου συνύπατος Κίμβρους νικήσας καὶ Μινούκιος ῾Ρούφος τοὺς Σκοπδίσκους καὶ Τιβαλλοὺς καὶ Σερβίλλιος Καιπίων τοὺς Λυσιτανοὺς ἐπανῆκον. θρίαμβοι μὲν κατὰ Ἰουγούρθου καὶ τῷ Μετέλλῳ καὶ τῷ Μαρίῳ παρὰ τῆς πόλεως ἐψηφίσθησαν• ὧν ἐφάνη λαμπρότερον ὁ Μαρίου Ἰουγούρθαν σὺν τοῖς δύο παισὶ πρὸ τοῦ ἅρματος ἔχων• ὅν δεσμωτηρίῳ παραδόντες οἱ ῾Ρωμαῖοι διεχρήσαντο.



ΒΙΒΛΙΟΝ Ε

Ὅτε δὲ ὁ πρὸς Ἰουγούρθαν ἐπράττετο πόλεμος, πολλαῖς ἑτέραις μάχαις ἐκράτουν Ῥωμαῖοι διὰ τῶν ὑπάτων. Μανίλιος γὰρ καὶ Καιπίων Κίμβρους καὶ Τεύτονας καὶ Τουγούρους καὶ Ἄμβρονας (ἔθνη δέ ἐστι ταῦτα Γερμανῶν τε καὶ Γάλλων) κατεπολέμησαν. οὗτοι μετὰ τοσαύτης ἐπανέστησαν τῷ δήμῳ στρατιᾶς, ὅση ἤνεγκε φόβον οὐχ ἥττω τῆς Ἀννίβου τυραννίδος· περὶ αὐτῆς γοῦν ἔδεισαν Ῥωμαῖοι τῆς πόλεως. πολλάκις γοῦν συμμίξαντες καὶ πολλάκις ἡττηθέντες ἔμενον ἔτι πολέμιοι, ἀλλὰ Μάριος μετὰ τὴν κατὰ Ἰουγούρθα νίκην ἐπὶ Κίμβρους καὶ Τεύτονας ἐξεπέμφθη. καὶ παρασυρομένου τοῦ πολέμου τρίτον τε αὐτῷ καὶ τέταρτον ἐπισυνήφθη τὰ τῆς ἀρχῆς τοῦ ὑπάτου. κατὰ δὲ τὴν τετάρτην ὑπατείαν κοινωνὸς αὐτῷ ἦν τῆς ὑπατείας Κύντος Λουτάτιος Κατοῦλος. ἄμφω τοίνυν συνέμιξαν τοῖς Κίμβροις καὶ δύο νικῶσι μάχας οὕτω σφοδρῶς ὡς εἴκοσι μὲν μυριάδας ἀνδρῶν πεσεῖν, αἰχμαλώτων δὲ ὀκτὼ γενέσθαι καὶ προσέτι Τευτόβοδον τὸν στρατηγὸν τῶν πολεμίων. ὑπὲρ ταύτης οὖν τῆς νίκης καὶ πέμπτον αὐτῷ τὰ τῆς ἀρκῆς ἐψηφίσθη καὶ ταῦτα ἀπόντι.
Οὐ μὴν ἡσύχασαν Κίμβροι καὶ Τεύτονες, ἀλλ’ ἔτι τῷ πλήθει κρατοῦντες (οὐχ ἧττον γὰρ ἦν τοῦ διεφθαρμένου τὸ λειπόμενον) τὰ σφέτερα αὐτῶν ἀφέντες παρῆλθον ἐπὶ τὴν Ἰταλίαν· ὑπὸ τῶν αὐτῶν δὲ αὖθις, Μαρίου τε καὶ Κατούλου, κατεπολεμήθησαν. ἔνθα δὴ καὶ λαμπρότερον ἐγένετο τὸ ἔργον Κατούλου· καὶ πίπτουσιν ἐν τῇ τελευταίᾳ μάχῃ δέκα καὶ τέσσαρες ἀνδρῶν μυριάδες, ἓξ δὲ αἰχμαλώτων ἄγονται τριακοσίων μόνον ἐκ τοῦ Ῥωμαϊκοῦ πεσόντων στρατοῦ. στρατιωτικὰ δὲ σημεῖα ὑπὸ Ῥωμαίοις ἐγένοντο τρία καὶ τριάκοντα. ὧν ἓν μὲν καὶ τριάκοντα εἷλον οἱ ὑπὸ Κατούλῳ μαχόμενοι, δύο δέ, ὧν ἡγεῖτο Μάριος. ἑκάτεροι δὲ ὅμως ἐθριάμβευσαν.
Τῷ δὲ ἑξακοσιοστῷ καὶ πεντηκοστῷ καὶ ἐννάτῳ τῆς πόλεως ἔτει τὴν μὲν ὕπατον εἶχον ἀρχὴν Σέξτος Ἰούλιος Καίσαρ καὶ Λούκιος Μάρκιος Φίλιππος, σκεδὸν δὲ ἅπας ἡσύχαζε πόλεμος. ἀλλ’ ἐξαίφνης Πικένται [Μάρσοι τε] καὶ Πελίγνοι ἀστασιάστως τὸν παρελθόντα ἅπαντα χρόνον ὑπακούσαντες Ῥωμαίοις ἀπεθρασύναντο καὶ τὸ ἴσον αὐτοῖς ὑπάρχειν ἠβούλοντο πρὸς τὸν δῆμον. ἐγένετο τοίνυν βαρὺς οὗτος πόλεμος, ὡς καὶ τὸν ὕπατον ἐν αὐτῷ πεσεῖν ἄριστον ἄνδρα Πούβλιον Ῥουτίλιον, Καιπίωνα τῶν ἐπιφανῶν νεανίσκον, καὶ Πόρκιον Κάτωνα καὶ αὐτὸν ὕπατον. ἡγοῦντο δὲ τοῦ στρατοῦ τῶν πολεμίων, Πικέντων καὶ Μάρσων, Τίτος Βήττιος, Ἱέριος Ἀσίνιος, Τίτος Ἑρρέννιος, Αὖλος Κλουέντιος. Οὗτος ὁ θόρυβος ἐποίησε Μάριον ἕκτην δέξασθαι τὴν ὕπατον ἀρχήν· τὸ δὲ ἔργον ἐπράχθη παρὰ Πομπηΐου τε καὶ Σύλλου, τῇ μάχῃ καὶ αὐτῶν ἐπιστατούντων. Σύλλας γοῦν Κλουέντιον τὸν μαχιμώτατον τῶν ἐναντίων στρατηγὸν μετὰ πάσης τῆς δυνάμεως εἷλε. τέσσαρσίν [τε] ἐνιαυτοῖς ἀεὶ καὶ συμπλεκόμενος καὶ νικῶν ἐν τῷ παντὶ χρόνῳ φαίνεται μόνον ἕνα τῶν οἰκείων ἀποβαλὼν στρατιώτην. πέμπτῳ μὲν οὖν ἔτει τέλος ἔσχεν οὗτος ὁ πόλεμος τοῦ Σύλλου κατορθώσαντος αὐτὸν ἐν ὑπατικῇ λοιπὸν ἐξουσίᾳ· τὰ γὰρ πρότερα πραίτωρ ἐτύγχανεν εἰργασμένος.
Τῷ δὲ ἑξακοσιοστῷ καὶ ἑβδομηκοστῷ καὶ δευτέρῳ τῆς πόλεως ἔτει πρῶτος ἐμφύλιος ἀνεφύη πόλεμος, καὶ κατὰ τὸν αὐτὸν τοῦτον ἐνιαυτὸν ὁ πρὸς Μιθριδάτην μέγιστος, εἴπερ τις ἕτερος. ὁ μὲν οὖν ἐμφύλιος αἰτίαν ἔσχε τήνδε· Μάριος ἐπὶ τὴν ἕκτην ὑπατείαν κληθεὶς συνύπατον ἔσχε τὸν Σύλλαν, ᾧ τὰ πρὸς Μιθριδάτην ἀπεκληρώθη. καὶ Σύλλου δὲ περὶ τὴν Καμπανίαν διατρίβοντος (ἐβούλετο γὰρ ὁδοῦ πάρεργον ποιήσασθαι τὴν τῶν Ἰταλικῶν ἐπανόρθωσιν πραγμάτων καὶ τὰ λείψανα τῆς παλαιᾶς ἀνελεῖν στάσεως) ὁ Μάριος πείθει τὸν δῆμον ἐπ’ αὐτὸν μεταθεῖναι τὴν Μιθριδατικὴν μάχην. καὶ συνήργησεν αὐτῷ πολὺς ὢν ἤδη λοιπὸν ὁ περὶ Μιθριδάτου λόγος ὡς ἤδη τήν τε Ἀσίαν καὶ τὴν Ἀχαΐαν κατειληφότος. τοῦτο πρὸς ὀργὴν ἐκίνησε τὸν Σύλλαν. καὶ μετὰ τοῦ στρατεύματος εἰς τὴν Ῥώμην ἐπανῆκε· καὶ εἰς χεῖρας ἀφικνεῖται Μαρίῳ τε καὶ Σουλπικίῳ. πρῶτός τε μεθ’ ὅπλων οὗτος ἐπὶ τῆς πόλεως ὤφθη. Μάριος μὲν οὖν τοῦ Σουλπικίου πεσόντος διεσώθη φυγών. Σύλλας δὲ χειροτονήσας τοὺς τοῦ μέλλοντος ἔτους ὑπάτους, Γναῖον τε Ὀκτάβιον καὶ Λούκιον Κορνήλιον Κίνναν, ὥρμησε πρὸς τὴν Ἀσίαν.
Μεταξὺ γὰρ ὁ Μιθριδάτης τοῦ τε Πόντου κρατῶν καὶ τῆς μικρᾶς καλουμένης Ἀρμενίας καὶ πάσης τῆς Ποντικῆς θαλάσσης τῆς κύκλῳ τοῦ Βοσπόρου Νικομήδην ἐπειρᾶτο φίλον ὄντα καὶ σύμμαχον Ῥωμαίων τῆς Βιθυνίας ἐκβάλλειν τῷ τε δήμῳ προηγόρευσε τῷ Ῥωμαίων ὑβρισμένος ἀμύνεσθαι τὸν Νικομήδην, οὐκ αὐτοῖς ἀντιταττόμενος. ὁ μὲν οὖν δῆμος ἀπεκρίνατο πόλεμον αὐτὸν ἐφ’ ἑαυτῷ κινήσειν Ῥωμαϊκόν, εἰ μὴ Νικομήδους ἀποσταίῃ. βαρέως δὲ ἐνεγκὼν ὁ Μιθριδάτης ἔπεισε Καππαδόκας καὶ τὸν Ἀριοβαρζάνην ὑπόσπονδον ὄντα Ῥωμαίοις ἐξέβαλε τῶν βασιλείων. εἶτα μετέστησε τὴν στρατιὰν εἰς Βιθυνίαν τε καὶ Παφλαγονίαν· καὶ τοὺς ἐκεῖ βασιλεύοντας ἐξήλασε Ῥωμαίων ὄντας ὑπηκόους τε καὶ φίλους, Πυλαιμένην τε καὶ Νικομήδην. ἐκεῖθεν ἐπὶ τὴν Ἔφεσον ἔσχε τὸν δρόμον· καὶ προγράμματι τοὺς καταλαμβανομένους ἐπὶ τῆς Ἀσίας Ῥωμαίους ἀναιρεθῆναι προσέταξε.
Προσετέθη δὲ αὐτῷ καὶ ἡ τῶν Ἀθηνῶν πόλις Ἀρίστωνος αὐτὴν τοῦ Ἀθηναίου προπιόντος. ἐπραγματεύετο γὰρ ἤδη τῆς Ἀχαΐας τὴν κτῆσιν Ἀρχέλαον ἐκπέμψας σὺν ἑκατὸν καὶ εἴκοσι χιλιάσι πεζῶν τε καὶ ἱππέων καὶ ὃς ἅπασαν αὐτῷ προσηγάγετο τὴν Ἑλλάδα. Σύλλας τοίνυν τῷ Πειραιεῖ προσκαθεσθεὶς τὰς μὲν Ἀθήνας εἷλεν, ἐπεξελθὼν δὲ Ἀρχελάῳ καὶ συμμίξας μετὰ τοσαύτης ἐκράτησε περιουσίας, ὥστε δέκα μὲν Ἀρχελάῳ διασωθῆναι χιλιάδας ἐκ τῶν ἑκατὸν εἴκοσι, τοῦ δὲ Ῥωμαϊκοῦ στρατεύματος τρεῖς καὶ δέκα μόνους ἄνδρας πεσεῖν. ἀλλ’ ὁ Μιθριδάτης τὴν Ἀρχελάου δυσπραγίαν γνοὺς ἀπέστειλεν ἑβδομήκοντα χιλιάδας αὐτῷ τοὺς ἀρίστους ἐκ τῆς Ἀσίας ἐκλεξάμενος. γίγνεται δὴ δευτέρα συμπλοκή· καὶ οὐ μετὰ τῆς ἴσης ἑκάτεροι διεκράθησαν τύχης ἡττᾶται γὰρ Ἀρχέλαος· καὶ πίπτουσιν αὐτοῦ δεκαπέντε χιλιάδες, καὶ πρὸς Διογένης ὁ Ἀρχελάου παῖς· αὐτὸς δὲ ἐν τοῖς πλησίον ἕλεσιν τρεῖς διαλαθὼν ἡμέρας ἐσώθη. ταῦτα τὸν Μιθριδάτην ἠνάγκασε περὶ σπονδῶν ποιήσασθαι πρὸς τὸν Σύλλαν λόγους ἑτέρους ἤδη κατορθοῦντα πολέμους. Σκορδίσκους γὰρ καὶ Δαλμάτας καὶ Δαρδάνους τοὺς μὲν χερσὶ τοὺς δὲ φόβῳ συνῆψε Ῥωμαίοις· ἔνθα δὴ καὶ οἱ τοῦ Μιθριδάτου παραγενόμενοι πρέσβεις τὰ παρὰ τοῦ βασιλέως ἀπήγγειλαν. ὁ δὲ οὐ πρότερον ἔφη περὶ σπονδῶν ἀκούσεσθαι, πρὶν ἂν ἀπολιπὼν ἅπασαν ἣν ἐφόδῳ κατέσχε γῆν ἐπὶ τὴν προτέραν αὐτοῦ βασιλείαν ἐπανέλθοι· ἐπεὶ δὲ καὶ εἰς λόγους ἦλθεν ὁ Μιθριδάτης αὐτῷ, τῶν ἐμφυλίων αὐτὸν καλοῦντων θορύβων ἔδωκε τὰς σπονδάς. ἠβούλετο γὰρ τὰ πολιτικὰ καθιστὰς μηδένα κατόπιν αὐτοῦ πολέμιον ἔχειν. εὐθὺς οὖν ἐπὶ τὴν πόλιν ἔδραμεν, ἤδη τοῦ Μαρίου καὶ Κίννου, ὃν ὕπατον ὁ Σύλλας ἐχειροτόνησε, συμπνευσάντων ἀλλήλοις καὶ πολλὰ κατὰ τὴν Ῥώμην ἐργασαμένων· πολλοὺς γὰρ τῶν συγκλητικῶν διεχρήσαντο καὶ πολλῶν τὰς οὐσίας ἐδήμευσαν· τὴν οἰκίαν τε τοῦ Σύλλου καθελόντες καὶ ἀνατρέψαντες τὴν γαμετὴν καὶ τοὺς παῖδας εἰς φυγὴν ἔτρεψαν· ἀμέλει τῆς συγκλήτου τὸ λειπόμενον ἐπὶ τὸν Σύλλαν ὥρμησεν, ὥστε βοηθῆσαι τοσούτῳ κακῷ. παραγενόμενος οὖν εἰς τὴν Ἰταλίαν ὁ Σύλλας Νορβανὸν καὶ Σκηπίωνα τοὺς ὑπάτους, οἳ κατὰ τὴν Μαρίου ταραχὴν ἐκεχειροτόνηντο, μάχῃ ἐνίκησε· πρῶτον μὲν Νορβανὸν περὶ τὴν Καπύην, οὗ χιλιάδας μὲν ἔφθειρεν ἓξ εἷλε δὲ τοσαύτας ἑτέρας, δεύτερον δὲ τὸν Σκηπίωνα, ὃς καὶ παρέδωκεν ἑαυτὸν σὺν τῷ στρατεύματι.
Γενομένων δὲ ἑτέρων κατὰ τὴν Ῥώμην ὑπάτων, Μαρίου τε τοῦ Μαρίου παιδὸς καὶ Παπιρίου Κάρβωνος, τὸν Μάριον καταπολεμήσας καὶ πεντεκαίδεκα χιλιάδας αὐτοῦ διαχρησάμενος κατέλαβε τὴν πόλιν ἐπακολουθῆσαί τινας φεύγοντι τῷ Μαρίῳ κελεύσας ἐκ τοῦ στρατεύματος, οὓς δείσας ἐκεῖνος ἐπήγαγεν ἑαυτῷ τελευτήν. ἐν δὲ ταύταις πάσαις ταῖς μάχαις, τῇ μὲν πρὸς τοὺς προτέρους ὑπάτους τέσσαρας καὶ εἴκοσι μόνους ἐκ τῆς αὐτοῦ στρατιᾶς ἀπώλεσεν ὁ Σύλλας, τῇ δὲ πρὸς τοὺς ἑτέρους τεσσαράκοντα. μετὰ ταῦτα γίγνεται καὶ ἑτέρα μάχη τῷ Σύλλᾳ πρὸς Λαμπώνιον καὶ Καρινάτην στρατηγοὺς τοῦ Μαρίου κατ’ αὐτῆς τῆς Ῥώμης τὰ προπύλαια, ὅθιπερ ἡ Κολλίνη καλουμένη πύλη· ἀντετάττοντο δὲ αὐτῷ χιλιάδες ἑβδομήκοντα, τούτων δώδεκα μὲν εὐθὺς προσεχώρησαν τῷ Σύλλᾳ· οἱ λοιποὶ δὲ οἱ μὲν κατ’ αὐτὴν παράταξιν, οἱ δὲ φεύγοντες, οἱ δὲ πρὸς τὰς παρεμβολὰς καταφεύγοντες ἀνῃρέθησαν· καὶ κόρος οὐκ εἶχε τοὺς φονεύοντας. ἐνταῦθα δὴ καὶ ὁ Κάρβων ὁ τῶν ὑπάτων ἕτερος φεύγει πρὸς τὴν Σικελίαν κἀκεῖ δέχεται τὴν τελευτὴν ὑπὸ τοῦ Πομπηΐου· τοῦτον γὰρ ὁ Σύλλας νέον ἔτι καὶ πρῶτον ἔτος ἄγοντα πρὸς τοῖς εἴκοσι πολλάκις ἀριστεύσαντα τεθεαμένος ἐπέστησε τῷ κατὰ Σικελίαν στρατῷ.
Καὶ πάσης ἐκράτησε τῆς νήσου μετὰ τὴν Κάρβωνος σφαγήν. δεύτερος οὖν ἐπεκαλεῖτο Σύλλας. ἀπὸ δὲ τῆς Σικελίας ἐπὶ τὴν Ἀφρικὴν διαπλεύσας συμπλέκεται Δομητίῳ (Μαρίου καὶ οὗτος ἦν στρατηγός) καὶ αὐτόν τε ἀναιρεῖ καὶ τὸν Ἰέρδαν Μαυρῶν βασιλεύοντα, συμμαχοῦντα τῷ Δομητίῳ. ὡς οὖν καὶ τῶν ἐμφυλίων κεκρατηκὼς ὁ Σύλλας τὸν κατὰ Μιθριδάτου θρίαμβον ἀπεπλήρωσε. καὶ Πομπήϊος δὲ πρῶτος τοῦτο λαχὼν ἐν νεότητι τὸ γέρας εἰκοστῷ καὶ τετάρτῳ τῆς ἡλικίας ἔτει κατὰ τῶν Ἄφρων ἐθριάμβευσεν. οὕτως ἐτελεύτησαν ὅ τε Ἰταλικὸς πόλεμος καὶ ὁ ἐμφύλιος πόλεμος ἐπὶ δεκάτῳ ἐκταθέντες ἐνιαυτῷ, ὀλεθριώτατοι γενόμενοι τῇ Ῥώμῃ. κατ’ αὐτοὺς γὰρ ἀπέβαλον ἑκατὸν καὶ πεντήκοντα χιλιάδας ἀνδρῶν ὁπλιτῶν, εἴκοσι δὲ καὶ τέσσαρας ὑπατικοὺς ἄνδρας ἑπτά τε πραιτωρίους, αἰδιλικίους ἑξήκοντα, συγκλητικοὺς δὲ ἀμφὶ τοὺς διακοσίους. ἡ δὲ τῶν αἰδιλικίων ἀρχή τις ἦν, ἧς πρώτης οἱ παριόντες ἐπὶ τὰ πράγματα τῆς πόλεως ἐτύγχανον.



ΒΙΒΛΙΟΝ ζ

Μάρκου Αἰμιλίου Λεπίδου καὶ Κύντου Κατούλου γενομένων ὑπάτων καὶ τῆς πολιτείας ὑπὸ τοῦ Σύλλου πεφυλαγμένης καινοὶ πόλεμοι πανταχόθεν ἐξανέστησαν ἐν μὲν ταῖς Ἱσπανίαις Σερτωρίου νεωτερίσαντος (ὃς τῆς Μαρίου συμμορίας ἦν) καὶ τοὺς Ἱσπανοὺς εἰς ὅπλα κινήσαντος, δείσαντος μὴ ταὐτὰ πάθῃ τοῖς λοιποῖς τοῖς Μαρίῳ κεκοινωνηκόσιν, ἐν Παμφυλίᾳ δὲ καὶ Μακεδονίᾳ Δαλματίᾳ τῶν ἐνοίκων τῆς γῆς κατὰ τοῦ δήμου στασιασάντων. πέμπονται τοίνυν ἐπὶ μὲν τὸν Σερτώριον Κύντος Καικίλιος Μέτελλος ὁ Μετέλλου παῖς τοῦ Ἰουγούρθαν νικήσαντος καὶ Λούκιος Δομήτιος. ἀλλ’ ὁ μὲν Δομήτιος συμμίξας ἀνῃρέθη, Μέτελλος δὲ ἀμφήριστον ἔσχε τὴν μάχην· ἐπεὶ δὲ οὐκ ἐδόκει μόνος ἀρκεῖν, πέμπεται Πομπήϊος· καὶ διαφόρους ἔσχεν ἡ μάχη τύχας νῦν μὲν κρατοῦντος νῦν δὲ ἡττωμένου Σερτωρίου. διελθόντων δὲ ἐνιαυτῶν ὀκτωκαίδεκα Σερτώριος ὑπὸ τῶν οἰκείων ἀνῃρέθη καὶ Ἱσπανοὶ ἐντεῦθεν ἠρεμοῦντες διέμειναν.
Τὸν ἐν Μακεδονίᾳ δὲ πόλεμον Ἄππιος Κλαύδιος κατώρθωσε πολλοῖς ἔθνεσι μαχεσάμενος τοῖς τὴν ῾Ροδόπην οἰκοῦσιν. νικήσαντα δὲ αὐτὸν ἀπήγαγε τοῦ βίου νόσος. ὑποκαταστὰς δὲ αὐτῷ Γάϊος Σκριβώνιοςͅ Κουρίων Δαρδάνους τε ἐνίκησε καὶ πρὸς τὰς ὄχθας ἐχώρησε τοῦ ποταμοῦ τοῦ Ἴστρου. οὕτω τε ἐπανελθὼν ἐθριάμβευσεν.
Εἰς δὲ τὴν Παμφυλίαν Πούβλιος Σερβίλλιος ἀφικόμενος Κιλικίαν τε ὑπηγάγετο καὶ Λυκίας τὸ πλεῖστον. Φασήλιδα γὰρ καὶ Ὄλυμπον καὶ Κώρυκον προσένειμε Ῥωμαίοις· Ἰσαύροις τε ἐπελθὼν ἠνάγκασε τὴν Ῥωμαίων δέξασθαι δεσποτείαν· πρῶτός τε Ῥωμαίων τὸν Ταῦρον διῆλθε· καὶ ὁδεύσας τὴν ὑπώρειαν ἐπεκλήθη διὰ τὴν νίκην Ἰσαυρικὸς ὡς δυσμαχώτατον ἔθνος νενινηκώς.
Τὰ δὲ ἐν Ἰλλυριοῖς Γάϊος Κοσκώνιος ἀνθυπατικὴν ἐξουσίαν ἔχων κατεστήσατο Σάλωνας μὲν μητρόπολιν τῆς Δαλματίας κτησάμενος, τῷ πολέμῳ δὲ ἐπιθεὶς ἔτει δευτέρῳ τέλος.
Ἐν αὐτῷ δὲ τούτῳ τῷ χρόνῳ Μάρκος Αἰμίλιος Λέπιδος ὁ τοῦ Κατούλου συνύπατος τὴν ἐμφύλιον ἐπεχείρησεν ἀνακινῆσαι στάσιν· ἀλλὰ τοῦ προσιόντος θέρους καθῃρέθη. καὶ τὰ γενόμενα παρὰ τοῖς Ἰλλυριοῖς καὶ κατὰ τὴν πόλιν τάχους τε ἕνεκα καὶ τῶν ἔργων αὐτῶν ἠξιώθη θριάμβων.
Καὶ Ῥώμη δὲ ἕκτον καὶ ἑβδομηκοστὸν ἐπὶ τοῖς ἑξακοσίοις ἔτος ἦν. κατὰ δὴ τοῦτον τὸν καιρὸν ἐκτὸς μὲν Λούκιος Λούκουλλος καὶ Μάρκος Αὐρήλιος Κόττας ἦσαν ὕπατοι. Νικομήδης δὴ ὁ Βιθυνῶν τελευτῶν παρέπεμψε τὴν βασιλείαν Ῥωμαίοις. Μιθριδάτης δὲ μικρὰ τῶν σπονδῶν φροντίσας κατὰ τῆς βιθυνίας καὶ Ἀσίας ἔφοδον ἐμελέτησεν. ἀμφοτέρων δὲ τῶν ὑπάτων ἐπ’ αὐτὸν ὁρμηθέντων νῦν μὲν ἐκράτει, νῦν δὲ ἧττον εἶχε Ῥωμαίων· καὶ Κόττας μὲν πρὸ Καλχηδόνος τῆς ἐπὶ τῷ Βοσπόρῳ συμμίξας ἡττᾶται καὶ καταφεύγει πρὸσ τὸ ἄστυ. Μιθριδάτης δὲ τὴν πολιορκίαν τρίβειν αὐτῷ τοὺς χρόνους οἰηθεὶς ἔδραμεν ἐπὶ τὴν Κύζικον ὡς ὁρμητηρίῳ χρησάμενος αὐτῇ κατὰ πάσης τῆς Ἀσίας· οὐ μὴν οἷον ἤλπισεν ἔσχε τέλος. Λούκουλλος γὰρ αὐτῷ προσκαθεσθεὶς καὶ πολιορκοῦντα πολιορκήσας λιμῷ τε πιέσας αὐτὸν τε καὶ τὸ στρατόπεδον συνελαύνει τὸν Μιθριδάτην εἰς τὸ Βυζάντιον, ἐφ’ οὗ νῦν ἐστιν ἡ Κωνσταντινούπολις. καὶ μετὰ ταῦτα τοῖς στρατηγοῖς αὐτοῦ μαχεσάμενος τὸ πολὺ διέφθειρε τοῦ στρατοῦ, ὡς ἑκατὸν ἀνδρῶν χιλιάδας πεσεῖν ὑφ’ ἑνὶ χειμῶνι καὶ θέρει.
Τῷ δὲ ἑξακοσιοστῷ καὶ ἑβδομηκοστῷ καὶ ὀγδόῳ τῆς πόλεως ἔτει τὰ Μακεδονικὰ μὲν ἐπετράπη Λικιννίῳ Λουκούλλῳ (ἀνεψιὸς δὲ ἦν Λουκούλλου τοῦ πρὸς Μιθριδάτην πολεμοῦντος). ἐκινήθη δὲ κατὰ τὴν Ἰταλίαν πόλεμος καινός· τέσσαρες γὰρ καὶ ἑβδομήκοντα τῶν ἐπὶ μονομαχίᾳ συνειλεγμένων ἡγεμόνας τοῦ τολμήματος ποιησάμενοι Σπάρτακον καὶ Κρίζον καὶ Οἰνόμαον, ὀρύξαντες τὸ μονομαχικὸν θέατρον ἀπέφυγον· καὶ πλανώμενοι κατὰ μικρόν τε ηὐξήθησαν ὥστε εἰς ἑξήκοντα μυριάδας προελθεῖν· πολλούς τε Ῥωμαίων στρατηγοὺς καὶ δύο τῶν ὑπάτων ἀνελόντες οὺχ ἥττω καὶ φόβον καὶ κίνδυνον ἐπήγαγον Ῥωμαίοις ἤπερ Ἀννίβας· καὶ μόλις ὑπὸ Λικιννίου Κράσσου χειροτονηθέντος ὑπάτου πολλαῖς περιβαλόντες τὴν Ῥώμην συμφοραῖς ἔτει τρίτῳ τῆς ἀρχῆς τοῦ πολέμου παντελῶς ἀπεσβέσθησαν.
Ἑξακοσιοστῷ δὲ καὶ ὀγδοηκοστῷ καὶ πρώτῳ τῆς πόλεως ἔτει Κορνηλίου Λεντούλου καὶ Γναίου Αὐφιδίου Ὀρέστου τὴν ἀρχὴν δεξαμένων οἱ δύο πόλεμοι τὴν Ῥώμην ἐνώχλουν μόνοι, οἵ τε πρὸς Μιθριδάτην καὶ ὁ πρὸς Μακεδόνας, οἷς ἐπεστάτουν Λούκιός τε Λούκουλλος καὶ Μάρκος Λούκουλλος· ἀλλ’ ὁ μὲν Λούκιος μετὰ τὴν ἐν Κυζίκῳ μάχην, ἣν ἄρτι διηγησάμην, νικᾷ τε τοὺς ἡγεμόνας τοῦ Μιθριδάτου ναυμαχίᾳ· καὶ κατακολουθῶν ὄπισθεν Παφλαγονίαν τε καὶ Βιθυνίαν ἀνεκτήσατο καὶ πρὸς τὸν Πόντον, ὅς ἦν τῆς Μιθριδάτου βασιλείας, τὸν δρόμον ἴθυνε· καὶ τὰς ἐπισήμους τοῦ Πόντου πόλεις Σινώπην τε καὶ Ἀμισσὸν εἷλεν. εἶτ’ ἐπισυνάψας τὴν μάχην περὶ Κάβειρα τὴν πόλιν μετὰ πολλοῦ πλήθους ἐκ πάσης αὐτοῦ τὴς βασιλείας ἀντιπαραταξαμένου τοῦ Μιθριδάτου· οὗτος πεντακισχιλίοις μόνοις ὁπλίταις χρώμενος τριάκοντα διεχρήσατο χιλιάδας· καὶ τρέψας τὸν Μιθριδάτην εἰς φυγὴν τῶν τε παρεμβολῶν ἐγένετο κύριος ἀφείλετό τε καὶ τῆς μικρᾶς Ἀρμενίας αὐτόν. τὸν μὲν οὖν φυγόντα Τιγράνης ὁ τῆς Ἀρμενίας ὑπεδέξατο βασιλεὺς ἐπισημότατος τῶν πώποτε τὴν χώραν κατασχόντων καὶ Πέρσας ἀεὶ νενικηκὼς καὶ τὴν Μεσοποταμίαν καὶ τὴν Συρίαν καὶ τὰ πλεῖστα τῆς Φοινίκης ὑφ’ ἑαυτὸν ἔχων.
Λούκουλλος δ’ ἐπεξελθὼν καὶ τῆς Τιγράνου βασιλείας κατεφρόνησε καὶ τὴν μεγίστην αἱρεῖ πόλιν * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * ὅθεν δὴ καὶ Κρητικὸς ὁ Μέτελλος προσηγορεύθη καὶ τὴν νίχην ἐθριάμβευσε. τότε καὶ Λιβύων ὁ βασιλεὺς Ἀπίων Ῥωμαίοις παρέπεμψε τὴν ἀρχὴν ἀποθνήσκον ἐκ διαθήκης. κύριοι δὲ Λιβύης ἐγένοντο Ῥωμαῖοι καὶ μεγίστας προσελάβοντο πόλεις Βερενίκην Πτολεμαΐδα καὶ Κυρήνην.
Οὕτω τῶν πραγμάτων κατὰ γῆν ἐχόντων ἐκ θαλάττης ἐκινήθη πόλεμος λῃστῶν αὐτὴν πανταχόθεν ἐπιπλεόντων ὡς μήτε τοῖς ἐμπόροις μήτ’ ἄλλοις αὐτὴν εἶναι πλεῖν. τοῦτον ὁ Πομπήϊος ψηφίσματι τῆς πόλεως ἐπιτραπέντα ἐν μικρῷ χρόνῳ καὶ μετὰ λαμπρᾶς ἔπαυσε τῆς τύχης. καὶ μετέστη πρὸς Μιθριδάτην τε καὶ Τιγράνην· καὶ τὸν Μιθριδάτην μὲν ἐν Ἀρμενίᾳ τῇ δευτέρᾳ νυκτομαχίᾳ νικήσας τάς τε παρεμβολὰς εἷλεν καὶ τεσσαράκοντα χιλιάδας διέφθειρε τοῦ τῶν πολεμίων στρατοῦ εἴκοσι τῶν ἑαυτοῦ μαχητῶν ἀποβαλῶν καὶ ἑκατοντάρχους δύο. αὐτόν τε Μιθριδάτην μετὰ τῆς γαμετῆς συνελάσας εἰς φυγὴν ἐπὶ τὸν Τιγράνην ἐχώρησεν. ἀλλ’ ὁ μὲν Μιθριδάτης ὑπὸ τῆς συμφορᾶς χαλεπῶς τοῖς οἰκείοις κεχρημένος ἐπαναστάντος αυτῷ τοῦ παιδὸς Φαρνάκου καί τινων ἐκ τοῦ στρατοῦ φαρμάχῳ τὴν τελευτὴν ηὕρατο· καὶ τοῦτο ἔσχε πέρας τοῦ βίου περὶ τὸν Βόσπορον ἀνὴρ ἔργῳ τε καὶ βουλαῖς ἄριστος καὶ τήν τε βασιλείαν ἑξήχοντα κατασχὼν ἔτεσι, τῆς δὲ ἡλικίας προβὰς εἰς ἑβδομήκοντα καὶ δύο. ὁ δὲ Ῥωμαίων πρὸς αὐτὸν πόλεμος τεσσαράχοντα ἔτη ἐγένετο.
Τιγράνης δὲ παρέδωκεν ἑαυτὸν Πομπηΐω δεκάτῳ καὶ ἕκτῳ σημείῳ τοῦ στρατοπέδου ἀπέχοντος τοῦ Πομπηΐου τοῦ Ἀρταξάτου φρουρίου· καὶ τὸ διάδημα τὸ βασιλικὸν αὐτῷ προσεκόμισε καὶ προσέπεσε πρὸς τὰ γόνατα. ἀλλ’ ἐκ μεγαλοφροσύνης ὁ Πομπήϊος τόν τε στέφανον αὖθις ἐπέθηκεν αὐτοῦ τῇ κεφαλῇ καὶ πάσης μετέδωκε τιμῆς μέρος τῆς βασιλείας ἀφελόμενος καὶ χρήμασι σωφρονίσας· Συρίαν μὲν γὰρ καὶ Φοινίκην καὶ Σωφανήνην περιέκοψεν αὐτοῦ τῆς ἀρχῆς. ἑξακισχίλια δὲ τάλαντα ἀγρυρίου καταβαλεῖν ἠνάγκασε τιμωρίαν τοῦ κατὰ Ῥομαίων ἐγχειρήματος.
Ἐκεῖθεν ὁ Πομπήϊος ἔδραμεν ἐπὶ τοὺς Ἀλβανούς· καὶ τὸν βασιλεύοντα τοῦ ἔθνους Ὀρόδην μάχῃ νικήσας, ἔπειτα γράμμασιν ἱκετηρίοις ἐπικλασθεὶς καὶ τάξας φόρους ἐσπείσατο πρὸς αὐτόν. καὶ μεταστὰς ἐπὶ τὸν Ἰβήρων βασιλέα τὸν Ἀρτάκην ἐχράτησε τοῖς ὅπλοις καὶ αὐτοῦ κατέστη κύριος ἐκδόντος ἑαυτὸν τῷ νενικηκότι. τότε τὴν δευτέραν Ἀρμενίαν Δηϊοτέρῳ τῷ βασιλεῖ τῆς Γαλατίας ἔδωκε δῶρον ὁ Πομπήϊος συμμάχῳ κατὰ τοῦ Μιθριδάτου γεγενημένῳ καὶ Πυλαιμένῃ δὲ καὶ Ἀττάλῳ τὴν Παφλαγονίαν ἀπέδωκε τῆς αὐτῆς αἰτίας χάριν· Ἀρίσταρχον δὲ ἔταξε βασιλεύειν Κόλχων. καὶ μετὰ ταῦτα προσπεσὼν Πετραίοις τε καὶ Ἀραβίοις καὶ νικήσας μάχῃ πρὸς τὴν Συρίαν ἐπανήκε καὶ παρέσχε τοῖς Σελεύκειαν τὴν Ἀντιοχείας γείτονα κατοικοῦσιν αὐτονομίαν, ὅτι δὲ τῷ χαιρῷ τοῦ πολέμου τὸν Τιγράνην οὐχ ὑπεδέξαντο. ἀπέδωκε δὲ καὶ Ἀντιοχεῦσι τοὺς ὁμήρους· καί τινα καὶ γῆν τοῖς ἐνοίκοις τῆς Δάφνης προσεκύρωσεν, ὡς ἄν ἀφθονωτέρῳ χρῷντο τῷ χωρίῳ, τῶν τε πηγῶν καὶ τοῦ ἄλσους αὐτὸ θαυμάσας. ἐντεῦθεν δὲ ἐπὶ τὴν Ἰουδαίαν ὁρμηθεὶς τρίτῳ τῆς ἐφόδου μηνὶ τὴν βασιλικὴν αὐτῶν πόλιν εἷλε τὰ Ἱεροσόλυμα τῶν Ἰουδαίων αὐτῶν δώδεκα χιλιάδας ἐν τῇ μάχῃ διαφθείρας. τοῦτο δὲ καὶ τοὺς λοιποὺς αὐτῷ προσχωρῆσαι παρεσκεύασε.
Κατὰ τοῦτον τὸν χρόνον Μάρκος Τούλλιος Κικέρων ὁ ῥήτωρ καὶ Γάϊος Ἀντώνιος ὕπατοι χειροτονηθέντες ἑξακοσιοστῷ καὶ ὀγδοηκοστῷ καὶ ἐννάτῳ τῆς πόλεως ἔτει τὸν ἐμφύλιον ἔσχον πόλεμον, ὅν Σέργιος Κατιλίνας ἐξ ἐπιφανεστάτου κατιὼν γένους ἐπήγειρε φαυλότητι τρόπων χρώμενος καὶ δυσσεβῆ λαβὼν ἐπιθυμίαν τὸν τῆς πατρίδος ἀφανισμόν. τούτῳ πρὸς ταύτην τὴν ἀθέμιτον πρᾶξιν συνωμόσαντό τινες ὁμοίως μὲν ἐκείνῳ τὸ ἦθος διεφθαρμένοι, λαμπροὶ δὲ ἄλλως. τὸν μὲν οὖν Κατιλίναν ὁ Κικέρων ἐξέβαλε τῆς πόλεως, τοὺς δὲ κοινωνοὺς τοῦ πολμήματος δεσμωτηρίῳ κατακλείσας διέφθειρεν. Ἀντώνιος δὲ ὁ συνύπατος ἐπεξελθὼν ἤδη στρατοπεδευομένῳ τῷ Κατιλίνᾳ, μάχῃ ἐκράτησεν αὐτοῦ καὶ ἀνεῖλεν.
Ἑξακοσιοστῷ δὲ καὶ ἐννενηκοστῷ τῆς πόλεως ἔτει τὴν μὲν ἀρχὴν εἶχον Ἰούλιος Σιλβανὸς καὶ Λούκιος Μουρήνας. θρίαμβοι δὲ ἐψηφίσθησαν Μετέλλῳ μὲν ὑπὲρ τοῦ Κρητικοῦ πολέμου· Πομπηΐῳ δὲ τῶν πειρατῶν τε ἕνεκα καὶ Μιθριδάτου. ἐγένετο δὲ οὗτος ἐπιφανέστατος τῶν πώποτε θρίαμβος πρὸ τοῦ ἅρματος ἀγομένων τῶν τοῦ Μιθριδάτου παίδων καὶ τοῦ Τιγράνου παιδὸς καὶ Ἀριστοβούλου τοῦ βασιλέως τῆς Ἰουδαίας, χρυσοῦ τε καὶ ἀργύρου ὅσον μέγιστον εἰπεῖν προπομπεύοντος· ἅπας τότε ἡσύχαζε πόλεμος.
Τρίτῳ δὲ πρὸς τοῖς εἰρημένοις Ἰούλιος Καίσαρ ὁ μετά ταῦτα τὴν πολιτείαν μεταστήσας μετὰ Λουκίου Βιβούλου παρελθὼν εἰς τὴν ὑπατείαν Γάλλοις τε καὶ Ἰλλυριοῖς [ἐκ ψηφίσματος ἐπεπέμφθη] μετὰ δέκα ταγμάτων, ἅπερ αὐτοὶ καλοῦσι λεγεῶνας· καὶ νικᾷ τοὺς Ἑλβητίους τότε πρῶτον ἡττηθέντας· Σησκουανοὶ δὲ οὗτοι νῦν προσαγορεύονται. συνάπτων δὲ μάχαις μάχας καὶ νίκαις νίκας ἄχρις αὐτοῦ προῆλθε τοῦ Ὠκεανοῦ καὶ τῶν νήσων τῶν Βρεττανῶν. ἔτεσι δὲ ἐννέα Γάλλους ἅπαντας ὑπηκόους ἐποίησε Ῥωμαίοις, οἵ τινες ὑπὸ τῶν Ἀλπέων καὶ τῶν ποταμῶν τοῦ τε Ῥοδανοῦ καὶ τοῦ Ῥήνου τῆς Ὠκεανίτιδος θαλάττης περικλείονται. συμμίξας δὲ καὶ τοῖς Βρεττανοῖς τότε πρώτην Ῥομαϊκὴν ὁρῶσί τε καὶ ἀκούουσι στρατιὰν εἷλέ τε καὶ μεθ’ ὁμηρίας ὑποσπόνδους ἐποίησεν. ἐπέθηκε δὲ καὶ Γάλλοις φόρον· καὶ μεταβὰς ἐπὶ τοὺς ὑπὲρ Ῥῆνον Γερμανοὺς ἐκράτησε καὶ αὐτῶν. ἐν τοσαύταις τε ἐθνῶν καὶ πολέμων νίκαις τρεῖς μόνον ἐσφάλη συμπλοκάς, μίαν μὲν παρὼν ἐν Ἀρβέρνοις, δύο δὲ ἀπών, ὅτε καὶ τοὺς ληγάτους αὐτῷ συνέβη δι’ ἐνέδρας ἀποθανεῖν.
Τέσσαρσι δὲ ὕστερον ἐνιαυτοῖς (τῆς πόλεως δὲ ἦν τοῦτο ἕβδομον καὶ ἑπτακοσιοστὸν) Μάρκος Λικίννιος Κράσσος ὁ τῷ Πομπηΐῳ συνύπατος γεγενημένος δεύτερον ἐπὶ τὴν ἀρχὴν κληθεὶς ἐμαχέσατο πρὸς Πάρθους· καὶ περὶ Κάρραν τὴν πόλιν καὶ μετὰ φαυλοτέρων συμμίξας τῶν συμβόλων παρὰ Σουρήνου (στρατηγὸς δὲ ἦν οὗτος Ὀρόδου τοῦ βασιλέως) ἡττᾶται· καὶ μικρὸν ὕστερον ἐπὶ τῆς παρατάξεως πίπτει μετὰ τοῦ παιδὸς πάντα ἀρίστου καὶ μαχιμωτάτου. τῆς δὲ στρατιᾶς τὸ λειπόμενον Γάϊος Κάσιος, ταμίας ὤν αὐτοῦ τῶν χρημάτων, διέσωσε. τοσαύτη δὲ ἦν ἀρετὴ τοῦ Γαΐου, ὥστε ἐν τεταραγμένοις ἤδη τοῖς πράγμασιν ἐπανιὼν πολλαῖς τε ἐνίκησε τοὺς Πάρθους μάχαις ὑπὲρ τὸν Εὐφράτην ποταμὸν καὶ νενικηκότος ἔσχε δόξαν.
Ἐντεῦθεν ὁ ἐπάρατος καὶ πολλῶν ἄξιος ὀδυρμῶν ὁ ἐμφύλιος συνέστη πόλεμος, ὃς πρὸς τῷ μεγέθει τῶν συμφορῶν, αἷς περιέβαλε Ῥωμαίους, καὶ τὴν πολιτείαν αὐτοῖς ἐνήλλαξεν. ἔχει δὲ ᾧδε. Καίσαρ ἐπανιὼν ἀπὸ λαμπρῶν οὕτως ἔργων τῶν πρόσθεν εἰρημένων ἐπήγγειλεν δεύτερον αὐτῷ ψηφισθῆναι τὴν ἀρχὴν σφόδρα πεπεισμένος, ὡς οὐδεὶς ἐναντιώσεται. Μαρκέλλου δὲ τοῦ ὑπάτου καὶ Βιβούλου καὶ Πομπηΐου καὶ Κάτωνος ἀντειπόντων προσετάχθη τὸ στράτευμα καταλιπὼν ἐπανήκειν. ὡς οὖν ὑβρισμένος συνεπηγάγετο τὸν στρατὸν ὡς ἐποίσων τῇ πατρίδι πόλεμον. οὗτος ὁ φόβος τούς τε ὑπάτους καὶ τὸν Πομπήϊον καὶ τὴν σύγκλητον ἅπασαν ἐξήγαγε τῆς Ῥώμης καὶ παρεσκεύασε καταφυγεῖν ἐπὶ τὴν Ἑλλάδα καὶ τὰς Ἠπείρους καὶ τὴν Μακεδονίαν, ἀφηγουμένου δὲ τοῦ Πομπηΐου τῆς γνώμης ὁ κατὰ τοῦ Καίσαρος ἐψηφίσθη πόλεμος.
Ἀλλ’ ὁ Καίσαρ ἔρημον τὴν πόλιν εὑρὼν δικτάτωρά τε ἑαυτὸν ἐχειροτόνησε καὶ πρὸς τὰς Ἱσπανίας ἐχώρησε καὶ νικᾷ μάχῃ τὸ στράτευμα τοῦ Πομπηΐου. στρατεγοὶ δὲ ἦσαν αὐτῷ ἅνδρες ἄριστοι Λούκιος Ἀφράνιος καὶ Μάρκος Πετρήϊος καὶ Μάρκος Βάρρων. εἶτ’ ἐκεῖθεν ἐπὶ τὴν Ἑλλάδα διαβὰς συνέμιξε Πομπηΐῳ· καὶ νικηθεὶς φυγῇ τε ἑαυτὸν ἐπιτρέψας, ἐπειδὴ τὴν νύκτα τὴν ἐπιοῦσαν οὐκ ἐπεξῆλθεν ὁ Πομπήϊος, ἔφη μήτε Πομπήϊον εἰδέναι νικᾶν αὐτόν τε τότε ἂν ἁλῶναι μόνον. συλλέξας τοίνυν ἑαυτὸν καὶ τὰς δυνάμεις συμπλέκεται τῷ Πομπηΐῳ πάλιν ἐν Παλαιοφαρσάλῳ τῆς Θεσσαλίας· καὶ γίγνεται μάχη πλήθει τε μεγίστη καὶ ταῖς προθυμίαις τῶν παραταττομένων. ὁ μὲν γὰρ Πομπήϊος τεσσαράκοντα πέζων χιλιάδας ἐπεξῆγεν ἱππέας τε ἑκατὸν πρὸς τοῖς χιλίοις. καὶ συμμαχικὸν ἦν ἐκ τῶν ἑῴων παραγεγενημένον ὡς πλεῖστον· τῶν πολεμούντων τε αὐτῶν τὸ πλέον ἦν ἐκ τῆς ἐπιφανοῦς συμμορίας συγκλητικῶν τε καὶ πραιτωρίων καὶ ὑπατικῶν καὶ τῶν ἐν ἐπαρχίαις πολέμους τε νενικηκότων καὶ τούτοις τὰ πολλὰ τῇ Ῥώμῃ χτησαμένων. Καίσαρ δὲ τρισμυρίοις μὲν πεζοῖς ἐμάχετο, χιλίοις δὲ ἱππεῦσι.
Καὶ εἴ τις συναριθμήσειε τὰς Ῥωμαϊκὰς στρατιάς, οὐδεπώποτε εὑρήσειε τοσοῦτον πλῆθος ἐκ τῆς Ῥώμης ἐν ὅπλοις γεγενημένον οὐδέ γε ὑπὸ στρατηγοῖς τοιούτοις. ὡς ὤφειλέν γε ἡ χεὶρ αὕτη μετὰ τούτων τῶν ἡγεμόνων καθ’ ἑτέρων χωρεῖν· ῥᾷστα γὰρ ἄν τῆς γῆς ἁπάσης ἐβασίλευσαν. γίνεται δὴ καρτερὰ μάχη καὶ μετὰ πολὺν τὸν κόπον ἡττᾶται Πομπήϊος καὶ τῶν μὲν παρεμβολῶν ὁ Καίσαρ καθίσταται κύριος. καταφεύγει δὲ αὐτὸς ἐπὶ τὸν Αἰγύπτο βασιλέα Πτολεμαῖον, ᾧ μικρὸν πρόσθεν ὑπὸ τῆς συγκλήτου ἐδέδοτο κηδεμὼν νεωτέρῳ ὄντι καὶ ὑποσπόνδῳ Ῥωμαίοις, ᾔτει τε παρ’ αὐτοῦ συμμαχίαν. ἀλλ’ ἐκεῖνος περὶ πλείονος ποιησάμενος τὴν τοῦ Καίσαρος εὐημερίαν τῆς πρὸς Πομπήϊον σχέσεως ἀναιρεῖ τε αὐτὸν καὶ τὴν κεφαλὴν αὐτοῦ μετὰ τοῦ δακτυλίου πέμπει τῷ Καίσαρι. τούτων ἡ θέα δάκρυσιν ἐτιμήθη παρὰ τοῦ Καίσαρος ἀναμιμνησκομένου μὲν τὴν τοῦ ἀνδρὸς ἀρετήν, ἀλγοῦντος δὲ καὶ διὰ τὴν ἀπὸ τοῦ γάμου συγγένειαν· γαμβρὸς γὰρ ἦν αὐτῷ γεγενημένος.
Καταλαμβάνει τοίνυν τὴν Ἀλεξάνδρειαν ὁ Καίσαρ. ῥάπτοντος δὲ καὶ ἐπ’ αὐτῷ τοῦ Πτολεμαίου τινὰς ἐπιβουλάς τε καὶ ἐνέδρας ἐκινήθη πρὸς πόλεμον Καίσαρ· καὶ ἡττηθεὶς ὁ Πτολεμαῖος καὶ φυγὼν ἐν ταῖς ὄχθαις τοῦ Νείλου τὸν βίον ἐτελεύτησεν, ὥστε αὐτοῦ τὸν νεκρὸν τῷ θώρακι κεκαλυμμένον ἔτι προσκομισθῆναι τῷ Καίσαρι. τότε τοίνυν εἰς τὴν Ἀλεξάνδρειαν εἰσελθὼν καὶ τῶν πραγμάτων κύριος γενόμενος τῇ τοῦ τετελευτηκότος ἀδελγῇ Κλεοπάτρᾳ τὴν βασιλείαν δέδωκεν ἐξ αἰτίας αἰσχρᾶς αὐτῇ συνήθης γεγενημένος. ἐπανιὼν δὲ ἐκεῖθεν Φαρνάκην τὸν Μιθριδάτου παῖδα σύμμαχον ἐν τῇ κατὰ Θετταλίαν μάχῃ γεγενημένον τῷ Πομπηΐῳ μάχῃ τε ἐνίκησεν, ἤδη ταῖς Ῥωμαϊκαῖς ἐπιόντα πόλεσι ταῖς ὑπὸ τῷ Πομπηΐῳ γεγενημέναις, καὶ τέλος εἰς αὐτοφονίαν συνήλασεν.
Ἐπὶ τούτοις ἐπανήχεν εἰς τὴν Ῥώμην καὶ τρίτην ἐπήγγειλεν ὑπατείαν, μᾶλλον δὲ αὐτὸς ἑαυτὸν ἐχειροτόνησε καὶ σὺν αὐτῷ Μάρκον Αἰμίλιον Λέπιδον, ὅς ἦν αὐτῷ ἄρχων τῶν ἱππέων γεγενημένος, ὅτε αὐτὸς ἑαυτὸν δικτάτωρα κατέστησε μετὰ τὴν εἰς Ἑλλάδα τῆς συγκλήτου φυγήν. ταῦτα πράξας ἐπὶ τῆς πόλεως τὴν Ἀφρικὴν καταλαμβάνει. ἔνθα δὴ πολλοὶ τῶν ἐπιφανῶν ἀνδρῶν τῆς συγκλήτου τῆς Ῥωμαϊκῆς Ἰόβαν τὸν Μαύρων βασιλέα σύμμαχον λαβόντες κατ’ αὐτοῦ παρετάττοντο. ἐπὶ τούτοις ἦσαν Πούβλιος Κορνήλιος Σκηπίων, ἀπόγονος τοῦ κληθέντος Ἀφρικανοῦ, κηδεστὴς δὲ Πομπηΐου, καὶ Μάρκος Πετρήϊος καὶ Κύντος Βάρρων καὶ Μάρκος Πόρκιος Κάτων καὶ Λούκιος Κορνήλιος Φαύστος, Σύλλου παῖς. γενομένης οὖν μάχης ἀμφηρίστου πολλάκις ὕστερον ὁ Καίσαρ ἐκράτησεν· καὶ ὁ Σκηπίων μὲν καὶ ὁ Πετρήϊος καὶ Ἰόβας ἑατοὺς ἀνεῖλον, Φαῦστος δὲ κηδεστὴς ὢν ἐπὶ θυγατρὶ τοῦ Πομπηΐου ταῖς τοῦ Καίσαρος ἀνῃρέθη χερσίν.
Ἐνιαυτῷ δὲ ὕστερον πάλιν εἰς τὴν Ῥώμην ὁ Καίσαρ [ἐπανελθὼν] τέταρτον ἑαυτῷ πραγματεύεται τὴν ἀρχήν· καὶ πρὸς τὰς Ἱσπανίας ὁρμηθεὶς μεγίστην εὗρε παρασκευὴν πολέμου· Πομπήϊοι γάρ, οἱ Πομπηΐου παῖδες ὅ τε Γναίος καὶ Σέξτος, πολλῇ στρατιᾷ συμμίξαντες παρὰ μικρὸν μὲν ἦλθον νίκης, ὥστε φευγόντων τῶν τοῦ Καίσαρος ὁπλιτῶν αὐτὸν βουλεύσασθαι περὶ τῆς ἑαυτοῦ σφαγῆς· οὐ γὰρ ἔφερε μετὰ τοσαύτας νίκας ὑπὸ νέοις γενέσθαι καὶ τῆς ἐκείνων χειρὸς ἕκτον καὶ πεντηκοστὸν ἔτος γεγενημένος. μεταγνοὺς δὲ καὶ ἑαυτὸν ἀναλαβὼν κρατεῖ τῶν Πομπηϊαδῶν μάχῃ καὶ τὸν μὲν πρεσβύτερον ἀνεῖλε, τὸν δὲ ἄλλον εἰς φυγὴν ἔτρεψεν.
Οὐδενὸς οὖν τῆς ἐμφυλίου ταραχῆς λειψάνου [περιόντος] πρὸς τὴν Ῥώμην ἧκε μεγαλοφρονῶν ὡς εἰκὸς καὶ πολλὰ παρὰ τὴν ἐκ τοῦ παντὸς χρόνου τῆς πόλεως ἐλευθερίαν διεπράττετο· τὰς μὲν τιμὰς παρὰ τὸ τῷ κοινῷ δοκοῦν διδούς, ὧν ὁ δῆμος ἦν ποτε κύριος, τῇ συγκλήτῳ τε οὐχ ὑπανιστάμενος τυράννου τε σαφῶς ἔργα ποιῶν ἐκίνησεν οὖν ἐφ’ ἑαυτὸν συνωμοσίαν· καὶ συστάντες ἄνδρες ἐκ τῆς συγκλήτου τε καὶ τῶν ἱππέων ἑξήκοντα ἐβουλεύσαντο αὐτῷ φόνον. ἦσαν δὲ ἡγεμόνες τῆς τῶν ἀνδρῶν ἐκείνων συμμορίας οἵ τε δύο Βροῦτοι, τὴν διαδοχὴν ἕλκοντες ἀπὸ τοῦ πρώτου τὴν ὑπατείαν ἔχοντος Βρούτου μετὰ τοὺς ἑπτὰ βασιλέας, καὶ Κάσιος καὶ Σερβίλιος Κάσκας· σύγκλητος μὲν οὖν τηνικαῦτα ἦν· ἧκε δὲ ἐπὶ τὸ βουλευτήριον ὁ Καίσαρ· ἐπελθόντων δὲ ἐκείνων σφάττεται· τρισὶ δὲ καὶ εἴκοσι πληγαῖς τελευτᾷ τὸν βίον.

ΒΙΒΛΙΟΝ Ζ

Ἔννατον οὖν καὶ ἑπτακοσιοστὸν ἔτος ἠνύετο τῇ πόλει μετὰ τὴν Καίσαρος σφαγὴν. ἐμφύλιος δὲ ἐκινεῖτο πόλεμος τῆς μὲν συγκλήτου τὸ ἔργον ἐπαινούσης, Ἀντωνίου δὲ, ὃς ἦν συνύπατος τῷ Καίσαρι, τοὺς σφαγέας μετιόντος. ταραττομένης δὲ ὡς εἰκὸς τῆς πόλεως πολλοῖς ἐγχειρῶν ἀτόποις Ἀντώνιος ἐχθρὸς Ῥωμαίων καὶ πολέμιος ἀπεφάνθη δόγματι κοινῷ. στρατεύουσι τοίνυν ἐπ’ αὐτὸν οἵ τε ὕπατοι Πάνσας καὶ Ἵπτιος· προσετέθη τε αὐτοῖς Ὀκταβιανὸς νέος ἔτι γεγονὼς ἐνιαυτοῖς ὀκτωκαίδεκα, ἀδελφιδοῦς τοῦ Καίσαρος καὶ τῆς οὐσίας ἐκ διαθήκης διάδοχος ὃν καὶ ὁμώνυμον ἑαυτῷ τὸ ἑξῆς γενέσθαι ἐν τῇ διαθήκῃ παρεκάλεσεν· ἐπεκλήθη τε ὕστερον Αὔγουστος καὶ ἐμονάρχησε πρῶτος.
Ἀντώνιος μὲν οὖν ἡττηθεὶς ὑπό τε τῶν ὑπάτων καὶ Ὀκταβιανοῦ καταφεύγει πρὸς Λέπιδον. ἐτύγχανε δὲ ὁ Λέπιδος δικτάτωρι μὲν ὑπουργήσας Καίσαρι κατὰ τὴν ἱππικὴν ἀρχήν, δυνάμεως δὲ ἐξάρχων τότε πολλῆς. τελευτησάντων δὲ μετὰ τὴν νίκην τῶν ὑπάτων ἅπας ὑπὸ τὸν Ὀκτάβιον ὁ στρατὸς ἦν. τότε δὲ Λέπιδος Ἀντωνίῳ πραγματεύεται καταλλαγὰς οἰκείως τε ἔχειν αὐτῷ τὸν Ὀκταβιανὸν ἔπεισεν· εἶτα ἐξαίφνης ἐπὶ τὴν Ῥώμην ἔφθασεν Ὀκταβιανὸς τὴν στρατιὰν πᾶσαν ἄγων ὡς τῷ Καίσαρι τιμωρήσων· καὶ λαμβάνει μὲν τὴν ὕπατον ἀρχὴν εἰκοσαετὴς φόβῳ τοῦ δήμου διδόντος· τῆς συγκλῆτου τε πολλοὺς δημεύσας ὅπλοις ἐκράτει τῶν πραγμάτων. συμπραττόντων δὲ αὐτῷ Ἀντωνίου καὶ Λεπίδου τὸν Κικέρωνά τε ἀναιροῦσι καὶ ἑτέρους πολλοὺς τῶν ἐπιφανῶν ανδρῶν, οὓς ᾤοντο προστήσεσθαι τῆς πολιτείας.
Ἐν τούτοις τῆς Ῥώμης οὔσης Βροῦτος καὶ Κάσιος οἱ τὸν Καίσαρα ἀνῃρηκότες κινοῦσι πόλεμον πολὺν περὶ τὴν Μακεδονίαν ἀθροίσαντες στρατὸν καὶ συμμίξαντες ἐν Ἀμφιπόλει τῆς Μακεδονίας Ὀκταβιανῷ καὶ Ἀντωνίῳ (Λέπιδον γὰρ ἔδοξε πρὸς παραφυλακὴν τῆς Ἰταλίας μένειν) νικῶσιν, οὐχ ἔξω πληγῆς. Κάσιος γὰρ ἔπεσεν ἐν τῇ μάχῃ. μετὰ ταῦτα δὲ ἀναιρεθέντος καὶ Βρούτου * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * *
Μετὰ τοῦτον Πομπήϊος ὁ Πομπηΐου παῖς περὶ τὴν Σικελίαν συνεκρότησε
πόλεμον τό τε ὑπολειφθὲν τῆς μετὰ Βρούτου στρατιᾶς ἀγείρας καὶ ἑτέραν ἀξιόμαχον δύναμιν. ἐλθὼν δὲ εἰς χεῖρας Αὐγούστῳ τε καὶ Ἀντωνίῳ μετὰ πολὺν φόβον ἐπὶ σπονδαῖς ἀνεχώρησεν.
Ἐπὶ δὲ τοὺς αὐτοὺς χρόνους Ἀγρίππας ἐν Ἀκυτανίᾳ πολλὰ κατώρθωσε καὶ μεγάλα· καὶ Βεντίδιος Βάσσος ἐν Συρίᾳ Πέρσας τε τρισὶν ἐνίκησε μάχαις καὶ τὸν τοῦ βασιλέως υἱὸν Ὀρόδου κατήνεγκεν· Ὀρόδης δὲ ἦν ὁ τὸν Κράσσον ἀνελών, περὶ οὗ πρόσθεν εἴρηται· οὗτός τε πρῶτος ἐθριάμβευσε κατὰ Περσῶν δικαίᾳ ψήφῳ τὸ γέρας λαβών.
Οὐ μὴν ἔμεινεν ἐπὶ τῶν σπονδῶν ὁ Πομπή́ϊος· ἀλλὰ κατὰ θάλασσαν ἐπελθὼν ἡττήθη τῇ ναυμαχίᾳ καὶ ἀνῃρέθη. Ἀντώνιος δὲ τὴν ἀδελφὴν Αὐγούστου γαμετὴν αὐτῷ γεγενημένην κατὰ τὰς Καίσαρος διαλλαγὰς [ἀποπέμψας] εἰσηγάγετο τὴν Κλεοπάτραν βασιλεύουσαν [Αἰγύπτου]· καὶ χωρήσας ἐπὶ Πέρσας ἐν ἀρχῇ μὲν αὐτῶν ἐκράτει μάχῃ, λιμοῦ δὲ καταλαβόντος τὸ στράτευμα καὶ ἐπ’ αὐτῷ καὶ λοιμοῦ ἀνεχώρησεν ἐπεξιόντων Περσῶν ὡσανεὶ ἡττημένῳ. ἐπανελθόντα δὲ αὐτὸν ἐκ Περσῶν ὦσεν εἰς ἐμφύλιον ἡ Κλεοπάτρα μάχῃν ἐπιθυμίᾳ τοῦ βασιλεῦσαι τῆς Ῥώμης. καὶ συμπλακεὶς Αὐγούστῳ κατὰ θάλατταν πρὸς τῷ Ἀκτίῳ τῆς Ἠπείρου χωρίῳ ἧττόν τε ἔσχε καὶ καταφεύγει πρὸς τὴν Αἴγυπτον. ἀπογνοὺς δὲ τῶν πραγμάτων, ἐπειδὴ καὶ τὴν στρατιὰν εἶδεν ἅπασαν Αὐγούστῳ προσνεμηθεῖσαν, ἑαυτὸν διεχρήσατο· καὶ ἡ Κλεοπάτρα θάνατον ἐβούλευσε καθ’ ἑαυτῆς ἀσπίδας προσαγαγοῦσα καὶ ταύτην ἐδέξατο τοῦ βίου τελευτήν. οὕτω δὲ καὶ τῶν Αἰγυπτιακῶν ἐγένετο πραγμάτων Αὔγουστος κύριος ἐπέστησέ τε ἄρχοντα τῇ χώρᾳ Γάϊον Κορνήλιον Γάλλον· ὑπὸ τοῦτον δὲ πρῶτον ἄρχοντα Ῥωμαίων οἱ Αἰγύπτιοι ἐτέλεσαν.
Παύσας δὴ πάντα πανταχοῦ πόλεμον Αὔγουστος εἰς τὴν Ῥώμην ἐπανῆκε δωδεκάτῳ μὲν ἐκ τῆς ὑπατείας ἔτει, δευτέρῳ δὲ καὶ τριακοστῷ τῆς ἡλικίας. διέμεινέ τε μόνος Ῥωμαίων ἔχων ἀρχὴν ἔτη τέσσαρα καὶ τεσσαράκοντα· τὸν γὰρ ἔμπροσθεν χρόνον ἐκοινώνουν αὐτῷ τῆς δυναστείας Ἀντώνιος καὶ Λέπιδος. τελευτᾷ δὲ ἓξ καὶ ἑβδομήκοντα γενόμενος ἐνιαυτοὺς κοινὴν καὶ αὐτόματον τελευτὴν ἐν Ἀτέλλῃ πόλει τῆς Καμπανίας· καὶ θάπτουσιν αὐτὸν κατὰ τὴν Ῥώμην ἐν τῷ καλουμένῳ Μαρτίῳ κάμπῳ, ἄνδρα δικαίως τε κατ’ ἀξίαν ἐκ τοῦ πλείστου μέρους ὑποληφθέντα θέον· οὔτε γὰρ ἐν πολέμοις ἀνδρειότερον ἡ τύχη
Δείξει, οὔτε ἐν ἡσυχίᾳ μετριώτερον ἄν τις εὕροι γεγενημένον, ἐν [τέσσαρσι καὶ τεσσαράκοντα], οἷς μόνος οὗτος ἔσχε τὴν ἀρχὴν χρόνοις. δημαγωγὸς τε γὰρ πάντων ἄριστος ἦν καὶ μεγαλόδωρος εἰς ἅπαντας καὶ πιστότατος τοῖς φίλοις· τὰς τιμάς τε ἀφθονώτατα παρεῖχεν ὡς ἐξισοῦν ἐθέλειν ἑαυτῷ τοὺς τούτων ἀξίους.
Ἤνθησε γοῦν τὰ τῆς Ῥώμης πράγματα μάλιστα κατ’ αὐτὸν ὑπὸ τῶν ἐμφυλίων καθαρθέντα πολέμων. καὶ προσετέθη τοῖς ὑπακούουσιν Αἴγυπτός τε καὶ Κανταβρία, Δαλματία τε ἐπὶ τούτοις· ἡττηθέντες γὰρ πρότερον πολλάκις, δουλεύσαντες δὲ ἐπ’ αὐτοῦ μόνον· Ἰλλυριοί τε καὶ Παίονες καὶ Ἀκυτανοὶ καὶ Ῥητίαι καὶ Βενδέλικος καὶ Σάλασσος πρὸς τοῖς ὄρεσι τοῖς Ἀλπείοις ἡ Ποντική τε παραλία καὶ ταύτης αἱ μέγισται πόλεις, Βόσπορός τε καὶ Παντικάπαιον· καὶ μὴν Δάκες τε καὶ Γερμανοὶ μάχαις νικηθέντες πολλαῖς ἀπῳκίσθησαν ὑπὲρ τὸν Ἄλβιν ποταμόν, ὃς ἐν μέσῳ ῥεῖ βαρβάροις ὡς πορρωτάτω τοῦ Ῥήνου. κατώρθωσε δὲ τοῦτον μὲν τὸν πόλεμον διὰ τοῦ προγόνου Δρούσου, τὸν δὲ πρὸς Παίονας διὰ Τιβερίου (πρόγονος δὲ αὐτῷ καὶ οὗτος ἦν), ὅθεν αὐτῷ τεσσαράκοντα χιλιάδες ἀνδρῶν αἰχμαλώτων ἤχθησαν, ἀπῴκισέ τε αὐτοὺς περὶ τὰς ὄχθας τοῦ Ῥήνου. καὶ τῆς Ἀρμενίας δὲ τοὺς Πέρσας ἀφελόμενος ὁμήρους ἔλαβε παρ’ αὐτῶν τότε πρῶτον ἀνασχομένων παρασχεῖν, ὅτε δὴ καὶ τὰ Ῥωμαϊκὰ σημεῖα τοῖς Ῥωμαίοις ἀπεδόθη, ἅπερ ἦσαν ἀποβαλόντες οἱ σὺν Κράσσῳ μεμαχημένοι. πρὸς αὐτὸν καὶ Ἰνδοὶ πρεσβείαν ἔστειλαν, οὔπω πρότερον τὴν Ῥωμαϊκὴν βασιλείαν οὐδὲ ἀκοῇ δεδεγμένοι. αὐτὸς καὶ Γαλατίαν βασιλευομένην πρότερον μὲν εἰς σχῆμα ἤγαγεν ἐπαρχίας, ἡγεμόνα δὲ ἐπέστησε Μάρκον Λόλλιον. τοιοῦτος δὲ ἦν αὐτοῦ καὶ τοῖς βαρβάροις ἔρως ὥστε πολλοὺς καὶ τῶν βασιλευόντων ἐπωνύμους αὐτῷ κατασκευάσαι πόλεις, ὅθεν ἔτι καὶ νῦν εἴσιν αἱ Καισάρειαι. Πολλοὶ δὲ καὶ τῶν βασιλέων αὐτῶν ἐπιθυμίᾳ τῆς Αὐγούστου θέας εἰς τὴν Ῥώμην ἀφικόμενοι τὴν Ῥωμαϊκὴν μετῆλθον στόλην, οὕτω τε αὐτῷ κατηκολούθουν ἐπὶ τῆς πόλεως ἢ ἐφ’ ἅρματος ἢ ἐφ’ ἵππου φερομένῳ· καὶ πρῶτος ἁπάντων ἔλαβε τὴν τοῦ θεοῦ προσηγορίαν παραπέμψας Καίσαρι Τιβερίῳ τὴν ἀρχήν, ὃς πρόγονός τε ἦν αὐτοῦ καὶ ἐπὶ θυγατρὶ κηδεστὴς καὶ πρὸς υἱοθεσίαν εἰσπεποιημένος.
Ἀλλ’ ὁ Τιβέριος ῥαθυμίᾳ τε ἐχρήσατο πολλῇ καὶ ὠμότητι καὶ πλεονεξίᾳ· ἡδοναῖς τε ἐξέδωκεν ἑαυτὸν πολέμου μὲν οὐδενὸς μετασχών, εἰ δέ που συσταίη, καὶ τοὺς καλουμένους ληγάτους ἐκπέμπων. πίστεώς τε ὀλίγος ἦν αὐτῷ λόγος. πολλοὺς γοῦν τῶν κατὰ ἔθνη βασιλευόντων ἐξ ἀπάτης εἰς ἑαυτὸν καλῶν κατεῖχεν ἄκοντας, ὡς Ἀρχέλαον τὸν Καππαδόκων βασιλέα, ὃν καὶ τῆς ἀρχῆς ἐκβαλῶν ἐπαρχίαν τε ἐποίησε τὸ ἔθνος καὶ τὴν μεγίστην πόλιν ὀνόματι προσηγόρευσεν οἰκείῳ Καισάρειαν, Μαζάκην πρότερον καλουμένην. οὗτος μὲν οὖν τρίτῳ καὶ εἰκοστῷ τῆς βασιλείας ἔτει τὸν βίον ἐτελεύτησεν ἐπὶ τῆς Καμπανίας ἑβδομήκοντα καὶ ὀκτὼ γεγενημένος ἔτη. μεγίστην τε ἔτεκεν ἅπασιν εὐφροσύνην ἡ τελευτή.
Καὶ δέχεται τὴν βασιλείαν Γάϊος Καίσαρ, ᾧπερ ἦν ἐπώνυμον Καλιγούλας, Δρούσου τε ἀδελφιδοῦς καὶ αὐτοῦ Τιβερίου, παμμίαρος καὶ πάσης πέρα συμφορᾶς, ὃς ἐκ τῆς αὐτοῦ κακίας πλείστην ἤνεγκε τοῖς Τιβερίου πταίσμασιν ἀπολογίαν. οὗτος πόλεμον ἐπαγαγὼν τοῖς Γερμανοῖς ἀνεχώρησε μὲν ἐκ τῆς μάχης αἰσχρῶς. βιασάμενος δὲ τὰς ἀδελφὰς καὶ συνελθὼν ἑκατέραις θυγατέρα ἐκ μιᾶς αὐτῶν ἐποιήσατο καὶ τῆς ἑαυτοῦ ἐκγόνης αὖθις ἐγένετο φθορεύς. φιλάργυρος δὲ ὢν καὶ πλεονεξίᾳ κατὰ πάντων χρώμενος, οὐδεμιᾶς δὲ ἀπεχόμενος ἡδονῆς καὶ τοῖς αἰσχροῖς ὠμότητα συνάπτων ἐν τῷ παλατίῳ κατεσφάγη ἐννάτῳ μὲν καὶ εἰχοστῷ τῆς ἡλικίας ἔτει τρίτῳ δὲ τῆς βασιλείας πρὸς δέκα μησὶ καὶ ἡμέραις ὀκτώ.
Μετὰ τοῦτον βασιλεύει Κλαύδιος· ὃς ἦν μὲν [θεῖος] τοῦ Καλιγούλου, Δρούσου δὲ παῖς, οὗ μνημεῖόν ἐστιν ἐν Μογοντιακῷ. οὗτος βασιλικώτερον ἑαυτὸν ἤγαγε μετριότητι μὲν πρὸς τοὺς πλείστους καὶ ἡμερότητι χρώμενος, ὠμότητι δὲ πρὸς ὀλίγους σφόδρα. καὶ πρῶτος μετὰ τὸν πρόγονον αὐτοῦ Γάϊον Καίσαρα Βρεττανοῖς ἐπήνεγκε πόλεμον. νικήσας τε αὐτοὺς καὶ φόροις ὑπαγαγὼν διὰ Γναίου Σεντίου καὶ Αὔλου Πλαυτίου τῶν στρατηγῶν ἐθριάμβευσεν· ὑπερβὰς δὲ Βρεττανοὺς τὰς Ὠκεανίτιδας νήσους, αἳ καλοῦνται νῦν Ὀρχάδες, συνῆψε Ῥωμαίοις. ὅλως δὲ πολιτείᾳ μᾶλλον ἦν πρέπων. ἀμέλει τὸν Πλαύτιον πολλὴν ἀνδρείαν ἐπιδεδειγμένον ἐν τοῖς ὅπλοις θριάμβῳ τιμήσας αὐτὸς αὐτοῦ προεπόμπευε καὶ ἐπὶ τὸ Καπετώλιον συνηκολούθησεν ἐν δεξιᾷ τὸν Πλαύτιον ἔχων. [ἔζησεν ἔτη τέσσαρα καὶ ἑξήκοντα] βασιλεύσας τέσσαρας ἐνιαυτοὺς καὶ δέκα, καθιερώθη τε μετὰ τελευτὴν καὶ προσηγορεύθη θεός.
Καὶ παρῆλθεν εἰς τὴν βασιλείαν ὁ Νέρων ἐξ ἀδελφῆς μὲν τοῦ Καλιγούλου γεγονώς, παριὼν δὲ πάσῃ πονηρίᾳ τὸν θεῖον Γάϊον· τὴν τε γὰρ ἀρχὴν κατῄσχυνε καὶ πολλὰ τῶν Ῥωμαϊκῶν ἐμείωσε δικαίων. οὕτω δὲ ἐδούλευεν ἡδοναῖς ὡς μηδεμιᾶς ὑπὲρ αὐτῶν φείδεσθαι δαπάνης· ἐνελούετο μὲν γὰρ μύροις θερμοῖς μὲν ἀντὶ θερμῶν ὑδάτων, ψυχροῖς δὲ ἀντὶ τῶν ψυχρῶν δίκτυά τε κατασκευάσας ἐκ χρυσοῦ τε καὶ ἀλουργίδος τούτοις εἰς θήραν ἰχθύων ἐχρῆτο. τελευτῶν δὲ εἰς τοσαύτην ἤλασεν ἀσέλγειαν ὥστε ἐν θεάτροις πρὸς ὀρχηστὰς καὶ κιθαριστὰς καὶ φωνάσκους ἀγωνίσασθαι σχήματι καὶ στολῇ τῶν ταῦτα περιδεικνυμένων. ἰσόρροπα δὲ ἦν αὐτῷ καὶ τὰ τῆς ὠμότητος ὥστε μηδὲ τοῦ τῶν φιλτάτων αἵματος ἀποσχέσθαι· πολλούς τε τῶν συγκλητικῶν ἀποσφάξας ὕστερον τὸν ἀδελφὸν καὶ τὴν μητέρα καὶ τὴν ἀδελφὴν καὶ τὴν γαμετὴν διεχρήσατο. καὶ τὸ μέγιστον τοῦ διεφθάρθαι τὴν ψυχὴν αὐτῷ σημεῖον ἐκεῖνό ἐστιν· ἐπιθυμήσας γὰρ ὀφθαλμοῖς δέξασθαι τὸν ἐν ταῖς συγγραφαῖς τῆς Τροίας ἐμπρησμὸν ἐκέλευσε τοῖς λαμπροῖς τῆς Ῥώμης οἰκοδομήμασιν ἐπιβληθῆναι πῦρ καὶ τέρψεως εἶδος ἐποιεῖτο τοσαύτην συμφοράν. τούτου βασιλεύοντος αἱ μέγισται τῶν Βρεττανικῶν ἀφῃρέθησαν πόλεων καὶ Πέρσαις Ἀρμενία προσεχώρησε· καὶ ὅλως ἐν αἰσχύνῃ τὰ Ῥωμαίων [ἐγένετο]. κατεστήσατο γε μὴν ἐπαρχίας τόν τε Πολεμωνιακὸν καλούμενον Πόντον καὶ τὰς Κοττίας Ἄλπεις, τὴν μὲν συγχωροῦντος τότε Πολέμωνος βασιλεύοντος Πόντου, τὴν δὲ Κόττου τελευτήσαντος, ἐπειδήπερ ὁ κωλύων οὐκ ἦν.
Ἐκ τούτων ἐπάρατος μὲν ἦν ἐν πάσῃ τῇ βασιλευομένῃ γῇ, ψηφίσματι δὲ τῆς συγκλήτου καὶ πολέμιος ἀπεφάνθη καὶ καταλειφθεὶς ὑπὸ τῶν δορυφόρων τε καὶ ἡγουμένων ἐκαλεῖτο πρὸς τιμωρίαν· δόγμα δὲ ἦν ὥστε γυμνὸν αὐτὸν παντὸς ἐσθήματος περιαχθῆναι ζυγοῦ κατὰ τῶν τενόντων κειμένου καὶ καταξανθέντα τὸ σῶμα ῥάβδοις κατακρημνισθῆναι. τούτων οὕτω λελεγμένων αἰσθόμενος κατέφυγεν ἐπὶ τὸ προάτειον μεταξὺ Σαλαρίας καὶ Νωμεντάνης τετάρτῳ τῆς Ῥώμης σημείῳ καὶ τελευτὴν ἐπήγαγεν ἑαυτῷ. αὐτοῦ δὲ ἦν ἔργον τὸ λουτρόν, ὃ νῦν Ἀλεξανδρειανὰς προσαγορεύουσι, Νερωνιανὰς τὸ πρὶν καλούμενον· ἔδοξε γὰρ μηδαμοῦ τὴν προσηγορίαν αὐτοῦ φέρεσθαι. τριακοστοῦ δὲ καὶ ἑνὸς ἔτους τῆς ἡλικίας ἀπώλετο τέσσαρα ἐπὶ τοῖς δέκα βασιλεύσας· εἰς αὐτόν τε ἔστη τῆς τοῦ Καίσαρος συγγενείας ἡ διαδοχή.
Μετὰ τοῦτον βασιλεύει Σέρβιος Γάλβας ἐκ τῶν πορρωτάτω προγόνων ἐπιφανὴς καὶ τῆς συγκλήτου τῆς Ῥωμαϊκῆς ἐπισημότατος, ἔτη γεγονὼς τρία καὶ ἑβδομήκοντα. ἤγαγον δὲ αὐτὸν ἐπὶ τὴν ἀρχὴν οἱ Ἱσπανοί τε καὶ Γάλλοι· καὶ μετὰ τὴν ἐκείνων ἀνάρρησιν ὁ πᾶς κατηκολούθησε στρατὸς θαῦμα ἔχων αὐτοῦ τῆς ἀρετῆς ἁπάσης, ἢν ἰδιωτεύοντι συνῄδει περὶ τὰ πολιτικὰ πράγματα καὶ τὰς περὶ τοὺς πολέμους μάχας, ἐν αἷς ἐξέλαμψεν νῦν μὲν ὑπατικὴν νῦν δὲ ἀνθύπατον ἐξουσίαν ἔχων, ἄλλοτε δὲ στρατηγῶν μόνον δίχα τινὸς ἀρχῆς. ἐλάχιστον δὲ ἐβασίλευσε χρόνον, ἐν μὲν τοῖς προοιμίοις εὐδοκιμήσας, ἐξ ὠμότητος δὲ μετὰ ταῦτα χείρονα δόξαν λαβών. τελευτᾷ ἐξ ἐπιβουλῆς Ὄθωνος ἑβδόμῳ τῆς βασιλείας μηνὶ ἀγχόνῃ διαφθαρεὶς ἐπὶ τῆς Ῥώμης ἐτάφη τε ἐν τοῖς ἑαυτοῦ κήποις τοῖς περὶ τὴν ὁδὸν τὴν καλουμένην Αὐρηλίαν.
Βασιλεύει δὲ μετ’ αὐτὸν ὁ τούτου φονεὺς ἐξ ἐπισήμων κατιὼν πατέρων, ἐπιφανεστέρου δὲ τοῦ μητρώου, ἀνὴρ ἀγαθός τε καὶ πρᾷος καὶ φίλος μὲν ἐς τὰ μάλιστα Νέρωνι, οὐδὲν δὲ ὑπὸ τῆς πρὸς ἐκεῖνον συνηθείας βλαβείς. ἐν μέντοι τῇ βασιλείᾳ γενναῖον οὐδὲν ἐπεδείξατο δι’ αἰτίαν τήνδε· Βιτέλλιος, ἡνίκα οὗτος ἐβασίλευσεν, ὑπὸ τῆς ἐν Γερμανοῖς στρατιᾶς ἀνερρήθη· καὶ γίγνεται πόλεμος Ὄθωνί τε καὶ ἐκείνῳ καὶ τοῖς μεθ’ ἑκατέρου στρατεύμασι. μετὰ πλείονος δὲ πλήθους οὗτος παραταττόμενος ἧττον ἔσχεν ἐν τῇ πρώτῃ συμπλοκῇ· δεινόν τε ποιησάμενος, ὅτι δὴ τῆς ἐλάττονος στρατιᾶς ἔλαττον σχοίη, πρὸς θάνατον ὥρμησε, κωλυόντων δὲ αὐτὸν τῶν στρατιωτῶν σὺν τοῖς ἡγεμόσιν αὐτῶν καὶ πειθόντων ὡς ἀπαγορεύειν ἤδη τοῦ τέλους ἀπερίσκεπτον ἂν εἴν, τὴν ἑαυτοῦ γνώμην ἐκύρωσε, μὴ τοσούτου ποιεῖσθαι τὰ καθ’ ἑαυτὸν ὥστε ἀξιόχρεων νομίζειν αὐτὰ πρὸς ἐμφύλιον εἶναι πόλεμον. ἐπήγαγεν ἑαυτῷ τελευτὴν ὀγδόῳ καὶ τριακοστῷ τῆς ἡλικίας ἔτει, τῆς δὲ βασιλείας πέντε καὶ ἐννενήκοντα ταῖς πάσαις ἡμέραις.
Βιτέλλιος οὖν ἦν ἐπὶ τῆς βασιλείας ἐκ πατέρων γεγενημένος γένει μὲν οὐκ ἐπισήμων, τὰς τιμὰς δὲ ἐξ ἀρετῆς κτησαμένων· ὁ γοῦν πατὴρ αὐτοῦ τρίτον ἐπὶ τὴν ὑπατείαν κληθεὶς οὐ κατῄσχυνε τοὺς ἑλομένους εἰς δέον ταῖς ἐξουσίαις χρησάμενος. ἀλλ’ ἐγένετο κατὰ τὴν βασιλείαν ἀτοπώτατος καὶ τῇ γαστρὶ πάντα μετρῶν ὥστε νύκτας ἡμέραις συνάπτειν ἐν συμποσίοις. φασὶ γοῦν αὐτῷ τὸν ἀδελφὸν παρασκευάσαι τράπεζαν, προθεῖναι δὲ αὐτῷ δισχιλίους μὲν ἰχθῦς, ἑπτακισχίλια δὲ πτηνὰ καὶ τὴν ἄλλην ἅπασαν δαπάνην ἐφάμιλλον. μιμεῖσθαι δὲ ἐπεμελεῖτο τὸν Νέρωνα καὶ πρὸς τὸν ἐκείνου ζῆλον ἅπαντα πράττειν ἐποιεῖτο τὸν τάφον τε αὐτῷ λαμπρότερον ἐποίησε γενέσθαι· κατορώρυκτο γὰρ ἀσήμως, ὡς ἐν τοῖς ἔμπροσθεν δεδήλωται. ταῦτα οὔτε ὁ δῆμος ἤνεγκεν οὔτε ὁ στρατὸς ὁ τεταγμένος ὑπὸ Οὐεσπασιανῷ (στρατηγὸς δὲ ἦν οὗτος τὴν πρὸς Ἰουδαίους διακονούμενος μάχην), ἀλλὰ προσάγουσι μὲν αὐτὸν εἰς τὸ δημόσιον, ἐπειδὴ καὶ τὸν ἀδελφὸν Οὐεσπασιανοῦ Σαβῖνον συνεμπρήσας ἐτύγχανε τῷ Καπετωλίῳ· κρεμάσαντες δὲ ἀπὸ τῆς κόμης καὶ τῷ λαιμῷ ξίφος ὑποθέντες εἷλκον διὰ τῆς πόλεως τό τε στέπνον γυμνώσαντες ὥστε τοὺς ἐντυγχάνοντας κατ’ ἐξουσίαν πλήττειν καὶ τοῦτον αἰκισάμενοι τὸν τρόπον τὸ τελευταῖον ἀπέπνιξαν καὶ τὸ σῶμα ἔρριψαν εἰς τὰ ῥεύματα τοῦ Θύμβριδος ὡς οὐκ ἄξιον ὂν ἐπικαλυφθῆναι τῇ γῇ. καὶ ὁ μὲν οὕτως ἐτελεύτησεν ἑβδόμῳ καὶ πεντηκοστῷ τῆς ἡλικίας ἔτει, τῆς βασιλείας ἐν ὀγδόῳ μηνὶ μιᾶς προσδεούσης ἡμέρας.
Διαδέχεται δὲ τὴν βασιλείαν Οὐεσπασιανὸς ἐπὶ τῆς Παλαιστίνης ἀναρρηθεὶς, γένει μὲν οὐ λαμπρὸς, ἀρετὴν δὲ οἷος τοῖς σφόδρα ἀρίστοις συμφέρεσθαι· καὶ δόξαν ἀεὶ δήποτε μεγίστην ἐπὶ μεγίστοις ἔργοις κεκαρπωμένος, ἡνίκα Κλαυδίῳ τῷ βασιλεύσαντι στρατηγῶν, ὡς μικρῷ πρόσθεν εἴρηται, δύο καὶ τριάκοντα μάχαις τήν τε Γερμανῶν καὶ Βρεττανῶν ἅπασαν γῆν συνῆψε Ῥωμαίοις πόλεις τε αὐτῶν εἷλεν εἴκοσι περιφανεστάτας καὶ τὴν μεγίστην τῶν Βρεττανικῶν νήσων τὴν Βέκτην. οὕτω δὲ ἐβασίλευσεν ὥστε μηδὲ ἔξωθεν γενέσθαι μετριότητος μήτε ὑπεροφθῆναι παρὰ τῶν ὑπηκόων· χρημάτων δὲ ἐπεμελεῖτο μέν, ἄδικον δὲ ἔφευγε κτῆσιν· τὸν πλοῦτόν γε μὴν ὃν συνέλεγε τοῖς ἀμφ’ αὐτὸν ἐδωρεῖτο καὶ τοῖς μάλιστα τῶν τιμῶν ἀξιωτάτοις. οὐδεὶς γοῦν τῶν προτέρων τοσαύτην ἐπεδείξατο μεγαλοψυχίαν· τοσαύτη δὲ ἦν ἡ φιλανθρωπία καὶ ἡ πραότης ὥστε τοὺς ἐπιβουλεύειν αὐτοῦ τῇ βασιλείᾳ δόξαντας μὴ βαρέως ἀμύνασθαι, ἀλλ’ ἄχρι τοῦ τῆς πόλεως ἐκβάλλειν στῆσαι τὰς τιμωρίας. τῇ τε ἀρχῇ προσέθηκεν Ἰουδαίους τε καὶ τὰ Ἱεροσόλυμα τότε πρῶτον αὐτοὺς ὑπαγαγὼν τῇ δουλείᾳ. Ἀχαΐαν τε καὶ Λυκίαν καὶ Ῥόδον καὶ τὸ Βυζάντιον καὶ Σάμον αὐτονόμους οὔσας ἠνάγκασε τοῖς Ῥωμαϊκοῖς πολιτεύεσθαι θεσμοῖς· Θρᾷκάς τε ἐπὶ τούτοις καὶ Κίλικας καὶ Κομμαγηνοὺς οἰκείας ἔχοντας βασιλείας εἰς ἐπαρχιῶν σχῆμα μετέστησε.
Πάντων δὲ μέγιστον ἐκέκτητο τὸ μήτε ἀπεχθείας μνημονεύειν πρός τε τοὺς κατηγοροῦντας ῥήτοράς τε καὶ φιλοσόφους μὴ βαρέως ἔχειν· τῶν γε μὴν στρατιωτικῶν πταισμάτων τιμωρὸς ἦν ἀκριβὴς πικροτέραις αὐτοὺς ἀεὶ σωφρονίζων ἐπιστροφαῖς· καὶ τοιοῦτος ἦν ἐπὶ τῆς βασιλείας. θριαμβεύει δὲ ἐν Ῥώμῃ κατὰ Ἰουδαίων μετὰ τοῦ παιδὸς. πάντας τοίνυν ἀνῃρημένος τούς τε ἀπὸ τοῦ δήμου καὶ τοὺς ἐν ταῖς ἡγεμονίαις καὶ τὸ ὑπήκοον ἅπαν ἐπίσης τε ὑπὸ πάντων θαυμαζόμενος ἐτελεύτησε τῆς γαστρὸς αὐτοῦ καταρραγείσης ἐν ἀγρῷ περὶ τὰ ὅρια Σαβίνων· οἰκείως τε καὶ θεὸς τε προσηγορεύθη καὶ ὑπὸ Ῥωμαίων ἐτάφη λαμπρῶς σφόδρα αὐτοῦ τὴν τελευτὴν ὀδυρομένων. τούς γε μὴν παῖδας γενεθλιαλογήσας ἑκατέρους αὐτοῦ ἐπέπειστο διαδόχους ἔσεσθαι τῆς ἀρχῆς, ὥστε πολλῶν ἐπιβουλευσάντων πολλάκις μηδὲν ἐπιστραφῆναι, φῆσαι δὲ ἐν κοινῇ ποτε συνόδῳ ἢ μηδένα μετ’ αὐτὸν βασιλεύσειν ἢ τοὺς ἐξ αὐτοῦ γεγενημένους. ἐτελεύτησε δὲ ἐννάτῳ καὶ ἑξηκοστῷ τῆς ἡλικίας ἔτει, τῆς βασιλείας δὲ ἐννάτῳ καὶ ἡμέραις ἑπτά.
Μετὰ τοῦτον τοίνυν διεδέξατο τὴν βασιλείαν Τίτος ὁ παῖς ὁμώνυμος μετὰ τὴν τοῦ πατρὸς τελευτὴν γενόμενος τῷ πατρί, ταῖς ἀρεταῖς ἁπάσαις πᾶσαν εὐφημίαν νικῶν. τὸ πλῆθος γοῦν αὐτὸν Κοινὸν Ἔρωτα προσηγόρευεν. ἦν δὲ οὐχ ἧττον τὴν γλῶτταν ἠσκημένος εἰς λόγους ἢ τὴν χεῖρα πρὸς μάχας, ἐν οὐδενὶ δὲ τοῦ εἰκότος τὸ μέτρον ὑπερέβαινεν. ἠγώνιστο δὲ καὶ τοὺς ἐν δικαστηρίοις ἀγῶνας καὶ δημιουργὸς μέτρων ἄριστος ἦν, ὡς καὶ τραγῳδίαν Ἑλλάδι φωνῇ συνθεῖναι· ἡνίκα δὲ τῷ πατρὶ κατὰ τῶν Ἰουδαίων συνεστρατεύετο, δύο καὶ δέκα τῶν προμάχων ἰσαρίθμοις βέλεσι κατηγωνίσατο. καὶ γενόμενος ἐπὶ τῆς βασιλείας οὕτως ἦν κοινὸς καὶ μέτριος, ὡς μηδένα μὲν ἀπαιτῆσαι τιμωρίαν, τοὺς δὲ ἐπ’ αὐτῷ συστάντας ἐκ συνωμοσίας ἀφεῖναί τε καὶ καταριθμῆσαι τοῖς φίλοις. τὸ μεγαλόψυχον δὲ αὐτοῦ καὶ φιλόδωρον τοσοῦτον ἦν, ὥστε αὐτῷ τινας εὐκολίαν ἐγκαλεῖν, τὸν δὲ ἀπολυόμενον τὴν κατηγορίαν εἰπεῖν μηδένα χρῆναι στυγνοτέραν ἔχειν ἀπὸ βασιλέως τὴν ἀναχώρησιν. δειπνοῦντα δέ ποτε καὶ λογισάμενον, ὡς οὐδὲν οὐδεὶς ἐκείνην εὖ πάθοι τὴν ἡμέραν, σχετλιάσαι καὶ καθάπερ αὐτῷ τῆς ἡμέρας ἀπολωλυίας εἰπεῖν· οὐχ ἐβασίλευσα τὴν παροῦσαν ἡμέραν, οὐδεὶς γὰρ ἐξ ἐμοῦ εὖ πέπονθε σήμερον. κατασκευάσας δὲ Ῥωμαίοις τὸ καλούμενον ἀμφιθέατρον ἀπήρξατο τῆς ἐν αὐτῷ θέας πεντακισχίλια μὲν ἐγκατασφάξας τῷ τόπῳ θηρία, πολλὴν δὲ καὶ ἄλλην ἐπιδειξάμενος πολυτέλειαν.
Ἐτελεύτησε δὲ ὑπ’ ἀρρωστίᾳ ἐν ᾧπερ καὶ ὁ πατὴρ ἀγρῷ δύο τοῦ πατρὸς ὕστερον ἔτεσι καὶ μησὶν ὀκτὼ καὶ ἡμέραις εἴκοσι βασιλεύσας, προβὰς εἰς ἡλικίαν ἔτους ἑνὸς πρὸς τοῖς τεσσαράκοντα· καὶ ἤγειρε τῷ δήμῳ πένθος μέγα, ὥστε κοινὸν αὐτὸ καὶ δημόσιον δογματισθῆναι, καὶ οὐ μᾶλλον ἦν πάντων ἢ ἴδιον ἑκάστου τὸ πάθος· οὐδεὶς γὰρ ἦν, ὂς οὐ τῆς οἰκίας ἐποιεῖτο αὐτοῦ τὴν συμφοράν. ἀρχομένης γοῦν ἑσπέρας αὐτοῦ μεταστάντος σύνοδος ἐγένετο τοῦ λαμπροῦ πλήθους ἐν τῷ βουλευτηρίῳ χάριτας ὁμολογούντων καὶ τεθνηκότι τῷ Τίτῳ· μόνος τε οὗτος ἐκ πάντων πλείους ἐδέξατο θεραπείας ἐκ λόγων ἢ ζῶντες ἕτεροι.
Συνηριθμήθη δὲ τοῖς θεοῖς τὴν βασιλείαν ἐπὶ τὸν νεώτερον ἀδελφὸν παραπέμψας Δομετιανόν. ὃν Νερωνα ἢ Καλιγούλαν ἢ Τιβέριον εἰπὼν οὐκ ἄν τις ἁμάρτοι, τοσοῦτον ἔσχε πρὸς αὐτοὺς τὸν ζῆλον οὔτε τοῦ πατρὸς οὔτε τοῦ ἀδελφοῦ μιμησάμενος οὐδέν. ἀλλ’ ἐν προοιμίοις μὲν τῆς βασιλείας μετριότητός τινος ἐπεμελήθη, κατὰ μέρος δὲ αὔξων τὴν πονηρίαν εἰς πᾶν προῆλθεν ἡδονῶν τε καὶ θυμοῦ καὶ ὠμότητος καὶ ταῦτα ἐνίκα τῇ πλεονεξίᾳ· μίσος οὖν ὡς εἰκὸς ἠκολούθει μέγιστον ὥστε τῶν πατρῴων τε καὶ ἀδελφικῶν ἀγαθῶν τὴν μνήμην ἐκβαλεῖν. οὕτω γοῦν πολλοὺς μὲν ἀνῄρει τῆς συγκλήτου· θεὸν δὲ αὐτὸν ἠνάγκαζε προσαγορεύειν οὐκ ἀνεχόμενος ἀνδριάσι πλὴν χρυσοῖς καὶ ἀργυροῖς τιμᾶσθαι καὶ τούτοις ἐν Καπετωλίῳ. ἐπλήρωσε δὲ καὶ ἐμφυλίου τὰς χεῖρας αἵματος τοὺς ἀνεψιοὺς ἀνελὼν καὶ τὰ τῆς ὑπεροψίας ἤρετο. καὶ τὰς ἐκστρατείας ἐκ μεγίστων ἐποιήσατο συμφορῶν, ἐπὶ Σαρμάτας τε ἅμα καὶ Σκύθας, Δάκας τε ἅμα καὶ Κάτθας· τάγμα τε ἓν ἀπώλεσε μετὰ τῶν στρατηγῶν καὶ Σαβῖνος ὑπατικὸς καὶ Κορνήλιος Φοῦσκος ὕπαρχος ἔπεσον σὺν πολλῇ στρατιᾷ. ἐθριάμβευσε δὲ κατ’ αὐτῶν ἀναιδῶς. καὶ τὸ Καπετώλιον καὶ τὴν παροδικὴν ἀγορὰν καὶ τὸ Ἴσιον καὶ τὸ Σαράπιον καὶ τὸ Στάδιον ᾠκοδόμησέ τε καὶ κατεκόσμησε. μίσους τε ἐπὶ πλεῖστον προϊόντος συνομόσαντες τῶν περὶ αὐτόν τινες ἐν ταῖς βασιλικαῖς αὐλαῖς αὐτὸν διεχρήσαντο πέμπτῳ καὶ τεσσαρακοστῷ τῆς ἡλικίας ἔτει, τῆς βασιλείας δὲ δεκάτῳ καὶ πέμπτῳ. τὰ νενομισμένα δὲ ἀπεπλήρωσε τῶν ἐν λόγῳ μὲν οὐδείς· μόνον δὲ οἱ ταῖς κοιναῖς ἐπιτεταγμένοι ταφαῖς ἀφανῶς αὐτὸν καὶ ὡς σῶμα ἀπερριμμένον κατώρυξαν.



ΒΙΒΛΙΟΝ Η

Τῆς μὲν οὖν πόλεως ἦν ὀκτακοσιοστὸν καὶ πεντηκοστὸν ἔτος, τὴν ὑπάτων δὲ εἶχον ἀρχὴν Βετέριός τε καὶ Οὐάλης. τότε τοίνυν ἀνέθηλε τὰ τῆς Ῥώμης πράγματα θαυμαστῶν ἐπιτυχόντα βασιλέων. Δομετιανοῦ γὰρ ἀπελθόντος ἐξ ἀνθρώπων τοῦ πονηρίᾳ πάντας ὑπερβαλλομένου διεδέξατο τὴν ἀρχὴν ἀνὴρ ἰδιώτης, ἄριστος δὲ καὶ τῶν πολεμικῶν ἐπιστήμων Νέρβας, εἰ καὶ ἧττον περιφανῶν πατέρων, πρεσβύτης ἤδη, παρελθὼν εἰς αὐτὴν σπουδῇ Πετρωνίου Σεκούνδου καὶ Παρθενίου· τούτων ὁ μὲν ὕπαρχος ἦν, ὁ δὲ ἕτερος εἷς τῶν Δομετιανοῦ φονέων. οὗτος ἁπάσης ἀρετῆς οἱονεί τινας εἰκόνας διὰ τῶν ἔργων ἀναφήνας προανηρπάσθη τοῦ τέλους· εἰσποιησάμενος γὰρ παῖδα Τραϊανὸν ἐτελεύτησεν ἐπὶ τῆς Ῥώμης ἐνιαυτὸν καὶ μῆνας τέσσαρας βασιλεύσας ὀκτώ τε πρὸς ἡμέρας, ἑνὶ καὶ ἑβδομηκοστῷ τῆς ἡλικίας ἔτει. καὶ τῇ τῶν θεῶν ἐπεκλήθη προσηγορίᾳ.
Φέρουσι τοίνυν τὴν βασιλείαν ἐπὶ τὸν πεποιημένον αὐτῷ Τραϊανόν, Ἰταλικοῦ μὲν γένους, τεχθέντα δὲ ἐν Σπανίαις. πρόγονοι δὲ αὐτῷ λαμπρὰν μὲν οὐ κατῆγον τὴν διαδοχήν, τιμὰς δὲ ὧν διετύγχανον ἐξ ἀρετῆς ἐσχηκότες· ὁ γοῦν πατὴρ αὐτῷ τῶν ὑπατικῶν ἦν. οὗτος στρατηγὸς μὲν ἐγένετο τοῦ πρὸς Γάλλους πολέμου στάντος ἐν Ἀγριππίνῃ. βασιλεύων δὲ ὁ Τραϊανὸς οὕτω προέστη τῶν πραγμάτων ὡς εἰκότως ἂν πάντων προτιμηθῆναι τῶν βασιλευσάντων. δημαγωγὸς γὰρ ἦν ἄριστος κἂν ταῖς μάχαις ἀνδρειότατος. τὴν Ῥωμαϊκὴν γοῦν ἀρχὴν τῶν ἔμπροσθεν μόλις κατασχεῖν δυνηθέντων ηὔξησεν ἐπὶ πλεῖστον καὶ τὰ ὅρια τῆς βασιλείας ὅσον ἐπὶ μήκιστον ἐξέτεινε. πόλεις γοῦν ὑπὲρ τὸν Ῥῆνον ἐν μέσοις ἐδείματο τοῖς Γερμανοῖς. Δάκας τε τὸν ἡγούμενον αὐτῶν καθελὼν Δεκίβαλλον ὑπηγάγετο· ἐπαρχίαν τε ὑπὲρ τὸν Ἴστρον κατεστήσατο καὶ τὴν γὴν ἐκείνην ἅπασαν, ἣν νῦν Θαΐφαλοι καὶ Βικτόαλοι καὶ Τερβίται προσοικοῦσι, συνῆψε τῇ βασιλείᾳ χιλίοις διαμετρουμένην κύκλῳ σημείοις.
Τὴν Ἀρμενίαν τε ἀνεκτήσατο παρὰ Πάρθων [Ἀλμάτας τε ὑφ’ ἑαυτῷ κατέστησε] τὸν Φατόσιριν ἀνελών, ὃς ἐτυράννει τοῦ ἔθνους Ἀλβανοῖς τε αὐτὸς ἔδωκε βασιλέα· Ἰβήρων τε καὶ Σαυροματῶν καὶ τῶν ἐν Βοσπόρῳ, ἔτι δὲ Ἀραβίων καὶ Ὀσδροηνῶν τοὺς βασιλεύοντας ὑποσπόνδους ἐποιήσατο. καὶ μὴν καὶ Καρδουηνῶν καὶ Μαρκομήδων καὶ τὴν Ἀνθεμουσίαν, χωρίον Περσῶν εὐρύ τε καὶ εὔγαιον, Σελεύκειάν τε καὶ Κτησιφῶντα καὶ Βαβυλῶνα προσεκτήσατο. Μεσσηνίους τε μάχῃ νικήσας κτῆμά τε καὶ τούτους αὐτῷ ποιησάμενος ἄχρις αὐτῶν ἐχώρησεν Ἰνδῶν καὶ τῆς Ἐρυθρᾶς καλουμένης θαλάσσης. ὅθεν ἀρξάμενος τρεῖς ἐπαρχίας κατῴκισεν Ἀρμενίαν τε καὶ Ἀσσυρίαν καὶ τὴν μέσην τῶν ποταμῶν, ἧς μέρος ἦν καὶ ἡ τῶν Ναριηνῶν χώρα. πρῶτος καὶ τὴν Ἀραβίαν ἐπαρχίαν ἐποίησε. στόλον δὲ ἐγκατέστησε κατὰ τὴν ἐρυθρὰν θάλασσαν ὥστε αὐτῷ καὶ διὰ θαλάττης ἐξεῖναι πολιορκεῖν Ἰνδούς.
Τοιαῦτα δὲ ὄντα τὰ κατὰ τοὺς πολέμους ὑπεχώρει τοῖς περὶ τὰ πολιτικὰ θαύμασιν· οὔτε γὰρ πλέον οὔτε ἔλαττον εἶχεν ἕτερος ἑτέρου· οὕτω δὲ ἐπεμελεῖτο τῶν πρὸς τοὺς φίλους καθηκόντων, ὥστε συνήθως παρ’ αὐτοὺς φοιτᾶν ἢ νόςῳ κατακεκλιμένους ἢ καὶ προσηγορίας μόνης χάριν. ἔστι δὲ ὅτε καὶ ἑορτάζουσιν ἰδίας τινὰς πανηγύρεις ἐποίει καὶ συνειστιᾶτο ἀμοιβαίοις τε καὶ αὐτὸς εὐωχίαις αὐτοὺς ἐγέραιρεν· ἐχρῆτο δὲ καὶ τοῖς ὀχήμασιν ἐκείνων τὸν βασιλικὸν ἀπολιπὼν δίφρον. οὐδενί τε τῶν ἐν Ῥώμῃ λαμπρῶν ἐπήγαγε βλάβην οὐδὲ ηὔξησε τοὺς θησαυροὺς ἐξ ἀδίκου προσθήκης. φιλοδωρότατός τε ἦν δημοσίᾳ τε καὶ ἰδίᾳ καὶ περὶ τὸ διδόναι τὰς ἀρχὰς ἀφθονώτατος. πλέον δὲ ἦν τὸ περὶ αὐτὰ ταῦτα τοῖς φίλοις· οἰκοδομημάτων δὲ αὐτῷ πανταχοῦ τῆς οἰκουμένης πολὺς ἦν ὁ λόγος. καὶ τὰς πόλεις ἀτελείας ἠξίου. κεφάλαιόν τε τῆς ἡμερότητός τε αὐτοῦ καὶ φιλανθρωπίας, παρὰ πάντα τὸν τῆς βασιλείας χρόνον εἷς [βουλευτὴς] ὑπέμεινε θάνατον τῆς συγκλήτου τὴν ψῆφον ἐπαγαγούσης ἀγνοοῦντος τοῦ βασιλέως. τούτων ἕνεκα κατὰ τὴν οἰκουμένην ἅπασαν ἰσόθεος ὑπείληπτο καὶ ταῖς τῶν κρειττόνων ἐτιμᾶτο τιμαῖς.
Καὶ γὰρ δὴ κἀκεῖνο περὶ αὐτοῦ φασιν, ὅτι δή τινων αὐτοῦ τὴν πολλὴν κοινότητα καταμεμφομένων ἀπεκρίνατο χρῆναι τὸν βασιλέα τοιοῦτον εἶναι πρὸς τοὺς ἰδιώτας, οἷον ἰδιώτης ἄν τις εὔξαιτο τὸν βασιλέα περὶ αὑτὸν εἶναι. τοσαύτης δὴ συγκεκροτημένης αὐτῷ τῆς εὐκλείας ἔν τε πολέμοις καὶ ἡσυχίαις, ἐκ τῆς Περσικῆς ἐπανιὼν πρὸς Σελευκείᾳ τῇ τῶν Ἰσαύρων ὑπενεχθείσης ἀθρόως τῆς γαστρὸς διεφθάρη, τῆς μὲν ἡλικίας τρίτον καὶ ἑξηκοστὸν ἄγων ἔτος καὶ μῆνας ἐννέα καὶ ἡμέρας πέντε, τῆς δὲ βασιλείας ἐνιαυτοὺς ἐννεακαίδεκα καὶ μῆνας ἓξ καὶ ἡμέρας πεντεκαίδεκα. μόνῳ τε αὐτῷ τάφος ἐγένετο κατὰ μέσην τὴν Ῥώμην ἐπὶ τῆς ἀγορᾶς, ἣν αὐτός τε ἐδείματο καὶ κατωνόμασεν ἑαυτῷ. κίων δὲ μηνύει τὴν ταφὴν εἰς ὕψος τεσσαράκοντα καὶ τεσσάρων ποδῶν ἐγηγερμένος. τοιαύτη δὲ τούτου τοῦ βασιλέως ἡ μνήμη καὶ μετὰ ταῦτα διέμεινεν, ὥστε ὁπόταν ἡ σύγκλητος εἰς τὸ βουλευτήριον ἐπ’ εὐφημίαις τῶν βασιλευόντων συνίῃ τοιαύτην τινὰ γίγνεσθαι φωνὴν ‘Εὐτυχέστερος Αὐγούστου, τοῦ Τραϊανοῦ βελτίων’. καὶ τὴν εἰκόνα ταύτην ποιοῦνται κόσμον οἱ κολακεύοντες ἢ κατὰ ἀλήθειαν ἐπαινοῦντες.
Παρὰ τούτου τῆν βασιλείαν Ἀδριανὸς ἐδέξατο Τραϊανοῦ μὲν οὔτε βουληθέντος οὔτε ἐντειλαμένου, τῆς δὲ ἐκείνου γαμετῆς Πλωτίνης καταπραξαμένης· οὐδὲ γὰρ ἀνεψιδοῦν ὄντα αὐτὸν εἰσεποιήσατο Τραϊανός. προγόνων δὲ ἦν καὶ οὗτος Ἰταλῶν, ἐν Ἱσπανίαις τεχθείς τε καὶ τραφείς. εὐθὺς μὲν οὖν εἷλεν αὐτὸν τῆς Τραϊανοῦ δόξης φθόνος· καὶ τῶν ἐπαρχιῶν, ἃς κατεστήσατο, πάμπαν τὴν φυλάττουσαν αὐτὰς στρατιὰν ἀνακαλεσάμενος συνέστειλέ τε τοὺς τῆς βασιλείας ὅρους ἐντὸς Εὐφράτου ποταμοῦ. βουλευόμενον δὲ αὐτὸν ὅμοια καὶ περὶ τῶν Δακῶν οἱ φίλοι διεκώλυσαν· τοὺς γὰρ ἀποίκους τοὺς ἐκ τῶν πολιτῶν Ῥωμαίων ὑπὸ Τραϊανοῦ μεταστάντας οἰκήσεως ἕνεκα καὶ γεωργίας ἀνόσιον εἶναι γίγνεσθαι βαρβάρους. τοῦ γὰρ οἰκείου πλήθους ἀπεσεσύλητο τῷ χρονίῳ πολέμῳ κατανηλωμένου.
Εἰρήνης γε μὴν καὶ ἡσυχίας πολλὴν ἐποιήσατο πρόνοιαν πλὴν μιᾶς μικρᾶς τε καὶ ἀσήμου μάχης, ἣν δι’ ἑνὸς τῶν ἀρχόντων συνεκρότησε. περιῆλθε δὲ τὴν βασιλευομένην ἅπασαν· καὶ τοῖς οἰκοδομήμασι πολλὴν εἰσήνεγκε σπουδήν. γλώττῃ τε τῇ Ἰταλῶν καὶ Ἑλλήνων ἐπίσης ἐξέλαμψε. καὶ ἡμερότητος μὲν παντελῶς ἀπέσχε, τῶν χρημάτων δὲ καὶ τῶν θησαυρῶν ἐπεμελήθη καὶ τῆς στρατιωτικῆς τάξεώς τε καὶ ἁρμονίας. ἐτελεύτησέ τε περὶ τὴν Καμπανίαν ὑπὲρ τὰ ἑξήκοντα γεγονὼς ἔτη ἕνα καὶ εἴκοσι βασιλεύσας ἐνιαυτοὺς καὶ μῆνας δέκα καὶ ἡμέρας ἐννέα. πάντων δὲ ἀντιλεγόντων χρῆναι τὰς θείας αὐτῷ νομισθῆναι τιμὰς ὁ διαδεξάμενος τὴν βασιλείαν Μάρκος Ἀντωνῖνος ἐξῄτησε χάριν καὶ τὰς τῶν ἀνθισταμένων βιασάμενος γνώμας ἔτυχεν.
Ἐβασίλευσε τοίνυν αὐτὸς οὗτος Ἀντωνῖνος Φούλβιος, ὃς καὶ Βοϊώνιος ἐπεκλήθη καὶ Πίος, ἐκ γένους τε κατιὼν λαμπροῦ, τόγε εῖς τοὺς ἐγγὺς προγόνους, παλαιότητα γὰρ οὐκ εἶχε διεγνωσμένην. δικαίως τ’ ἂν ἐξισωθεὶς τῷ Νουμᾷ Πομπιλίῳ, ὥσπερ οὖν καὶ Τραϊανὸς Ῥωμύλῳ. οὗτος σεμνὸς μὲν ἦν καὶ ἰδιωτεύων, οὐ διέφθειρε δὲ αὑτὸν οὐδὲ ἐπὶ τῆς ἀρχῆς, τραχύτητος πάμπαν ἀπέχων, ἥμερος δὲ πρὸς ἅπαντας καὶ ἁπλοῦς, ἐπιστήμῃ δὲ τῶν πολεμικῶν κεκοσμημένος, ἄδικον δὲ οὐκ ἐπάγων πόλεμον· φυλάττειν γὰρ ἦν αὐτῷ τὰ κτηθέντα σκοπός, οὐχ ἕτερα προστιθέναι. καὶ τοὺς μὲν ἀγαθοὺς ἄνδρας ἦγεν ἐπὶ τὰς ἀρχὰς καὶ πάσης τιμῆς ἠξίου, τῶν πονηρῶν δὲ ἕκαστος αὐτῶν ἀφίστατο μηδεμίαν περιβαλλόμενος συμφοράν. τοῖς ἐνσπόνδοις δὲ τῶν κατὰ ἔθνη βασιλέων φοβερός τε ἦν ἅμα καὶ ἐπέραστος ὥστε πολλοὺς τῶν βαρβάρων ἀποθεμένους τὰ ὅπλα περὶ τῶν διαφορῶν ὑπ’ αὐτῷ κρίνεσθαι στέργειν τε ἅπερ ἂν γνοίη. πλοῦτον δὲ ἔχων πρὸ τῆς βασιλείας οὐκ ὀλίγον μετὰ τὴν βασιλείαν διένειμεν ἅπαντα τῷ στρατῷ καὶ τοῖς φίλοις, ὥστε τὰ δημόσια χρήματα τῆς δαπάνης οἴκοθεν γιγνομένης πολυπλασιασθῆναι. Εὐσεβὴς δὲ ἐπικληθεὶς διὰ τὴν φιλανθρωπίαν τελευτᾷ τὸν βίον ἐν ἀγρῷ (Λωρίον ἦν ὄνομα αὐτῷ, τῆς Ῥώμης πόρρω δύο καὶ δέκα σημείων) ἑβδομηκονταετὴς γενόμενος, βασιλεύσας δὲ τρία καὶ εἴκοσιν ἔτη. καθιερώθη καὶ οὗτος δόγματι κοινῷ.
Μετὰ τοῦτον ἐβασίλευσε Μάρκος Ἀντωνῖνος Οὔηρος, ἐξ ἐπιφανῶν καὶ οὗτος πατέρων· τὸ γὰρ δὴ γένος αὐτῷ πρὸς τὸν Νουμᾶν Πομπίλιον ἀνεφέρετο τὸ πατρῷον, μητρὸς δὲ ἦν ἐκ βασιλικοῦ σπέρματος κατιούσης· Σολεντῖνος γὰρ ἦν βασιλεύς τις, ὁ ταύτης προπάτωρ. καὶ συνεβασίλευσεν αὐτῷ Λουκίος Ἀντωνῖνος Οὔηρος. καὶ τότε δὴ πρῶτον ὑπὸ δύο τὰ Ῥωμαϊκὰ βασιλεῦσιν ἤγετο τῶν πρόσθεν καθ’ ἕνα βεβασιλευκότων.
Συνήγαγε δὲ αὐτοὺς καὶ συγγένεια ἄλλη τε καὶ ἡ ἀπὸ τοῦ γάμου. ὁ γὰρ Ἄννιος Ἀντωνῖνος Οὔηρος τοῦ Μάρκου Ἀντωνίνου κηδεστὴς ἦν ἐπὶ θυγατρί. ἐκείνος δὲ [ἐπ’] ἀνεψιᾷ κηδεύσας ἐτύγχανεν Ἀντωνίνῳ τῷ Πίῳ. οὗτοι δὴ βασιλεύοντες ἐπήγαγον Πάρθοις πόλεμον τότε πρῶτον ἀντιπαραταξαμένοις μετὰ τὴν Τραϊανοῦ νίκην. καὶ στρατεύει μὲν ἐπ’ αὐτοὺς Λούκιος Ἄννιος Ἀντωνῖνος· τὰς διατριβὰς δὲ περὶ Ἀντιοχείαν καὶ τὴν Ἀρμενίαν ποιούμενος διὰ τῶν στρατηγῶν ἅπαντα κατώρθου· καὶ Σελεύκειαν τὴν Ἀσσυρίων πόλιν ἐπιφανεστάτην ἑλὼν μετὰ τῶν ἐγκαθημένων αὐτῇ στρατιωτῶν τετρακισμυρίων ἐθριάμβευσεν ἐπὶ τῇ νίκῃ κοινωνὸν ἔχων τοῦ θριάμβου τὸν κοινωνὸν τῆς βασιλείας καὶ τοῦ γένους τὸν κηδεστήν. ἐτελεύτησε δὲ ἐν Βενετίᾳ φερόμενος ἐπ’ ὀχήματος ἅμα τῷ συμβασιλεύοντι (πορεία δὲ ἦν αὐτοῖς ἀπὸ Κονκορδίας εἰς Ἄλτινον) νόσον ὑπομείνας τὴν ἀποπληξίαν. συνηριθμήθη τε τοῖς θεοῖς ὑποληφθεὶς ἀνὴρ κοινός τε καὶ ἀγαθὸς εἶναι· καίτοιγε οὐκ ἦν, ἀλλ’ ἐπέκρυπτεν αὐτὸν ἡ τοῦ βασιλέως ἀρετή.
Μόνος τοίνυν ἔμεινεν ἐπὶ τῆς ἀρχῆς ἅτερος Ἀντωνῖνος Μάρκος, οὗ θαῦμα μόνον ἄξιον ἔχειν, οὐκ ἐπαίνους ἀπαριθμεῖν. ἐκ πρώτης γὰρ ἡλικίας ἥμερός τε ἐγένετο καὶ γαληνὸς ἰδεῖν ὥστε μηδὲ παιδὸς ὄντος ἡδονὴν ἢ λύπην κατακρατῆσαι μηδ’ ἐξ ἑτέρου τούτων αὐτοῦ τὸ πρόσωπον ἀλλοιότερον φανῆναι. φιλοσοφίας τε ἦν ἐραστὴς ὑπὸ τοῖς Στωϊκοῖς πεπαιδευμένος ὥστε μὴ μόνον τὸ ἦθος οὕτως ἠσκῆσθαι τοῖς παραγγέλμασιν, ἀλλὰ καὶ τὴν γλῶτταν ἐν τῇ λογικῇ τῶν ἄλλων πλέον ἔχειν. οὕτω τε ἦν εὐκλεὴς ἔτι νέος ὡς Ἀδριανὸν σκοπούμενον, ὅστις αὐτῷ διαδέξεται τὴν βασιλείαν, ἐπειδὴ προτιμᾶν ἠναγκάζετο τὸν Πίον παῖδα αὐτῷ πεποιημένον, συνάψαι τοῦτον ἐκείνῳ διὰ τοῦ γάμου τῆς θυγατρός, ὅπως ἄν ἐπ’ αὐτὸν ἔκ τινος ἀκολουθίας ἡ βασιλεία κατενεχθῇ.
Διδασκάλῳ δὲ ἐχρῆτο τῆς φιλοσοφίας μὲν Ἀπολλωνίῳ τῷ Χαλκηδονίῳ, ῥητορείας δὲ Ἑλληνικῆς μὲν Χαιρωνεῖ τῷ Πλουτάρχου συγγενεῖ, τῆς Ἰταλῶν δὲ Φρόντωνι τῷ τότε ἀρίστῳ ῥητόρων. ἐγένετο δὲ πάντων μάλιστα τῶν βασιλευσάντων τῆς ἰσότητος ἐραστὴς πρὸς οὐδεμίαν ὑπεροψίαν ἀρθείς· καὶ μεγαλόδωρος δὲ ἦν καὶ τὰ τῶν ὑπηκόων ἐκ φιλαγαθίας διῳκεῖτο. πολέμους δὲ τὸν μὲν κατὰ Γερμανῶν διὰ τῶν στρατηγῶν ἐνίκησε, τὸν δὲ κατὰ Μαρκομάννων αὐτὸς παρών τε καὶ αὐτουργῶν, ὃς οὕτως ἰσχυρὸς ἐγένετο καὶ μέγας ὥστε τοῖς Ἄφροις αὐτὸν παραβάλλεσθαι. μετὰ γὰρ πολὺ πτῶμα τῶν ἐναντίων τὸ κατὰ τὴν μάχην ἐγένετο μεῖζον ἕτερον ἐπελθόντος λοιμοῦ τοῦ τε ἀέρος ἐπὶ τοσοῦτον φθαρέντος ὥστε μετὰ τὴν νίκην ἅπασαν σχεδὸν τὴν στρατιὰν διαφθαρῆναι.
Καμνόντων τοίνυν αὐτῷ τῶν πραγμάτων ὅμως προσεκαθέσθη τε καὶ τέλος ἐπέθηκε τῷ πολέμῳ συνηττηθέντων Μαρκομάννοις Κουάδων τε καὶ Οὐανδάλων καὶ Σαρμάτων καὶ Σουήβων καὶ πάντων τῶν αὐτόθι βαρβάρων· πανστρατιᾷ τε γὰρ αὐτοὺς ανεῖλε καὶ τοὺς Παίονας ἠλευθέρωσε δουλείας. ἐθριάμβευσέ τε ἐπὶ τῆς Ῥώμης μετὰ Κομόδου τοῦ παιδὸς Καίσαρα χειροτονήσας αὐτὸν Κόμοδόν τε Ἀντωνῖνον προσειπών. φασὶ δὲ τῆς δαπάνης αὐτὸν ἐπιλειπούσης, ἐπειδὴ φόρους ἐπάγειν ἑτέρους ἠρυθρία, τὴν βασιλικὴν ἐσθῆτα πᾶσαν καὶ τὰ σκεύη τὰ ἐξ ἀργύρου τε καὶ κρυστάλλου τὴν βασιλικήν τε ἅπασαν σκευὴν ὤνιον προθεῖναι καὶ τὸ συναχθὲν χρυσίον καταναλῶσαι τῷ πολέμῳ· περιγενομένων δὲ τῶν πραγμάτων τοῖς μὲν ἀποδοῦναι βουληθεῖσι τὰ τιμήματα ἀπαριθμῆσαι, τοὺς δὲ κατασχεῖν ἑλομένους μὴ βιάσασθαι ἐπιτρέψαι τε [τοῖς ἐπιφανεστέροις] κατὰ τὸ σχῆμα τὸ βασιλικὸν εὐωχεῖσθαι καὶ τοὺς ὑπηκόους οἰκέτας ὁμοίᾳ περιβάλλειν στολῇ μηδὲν τῷ βασιλεῖ πλέον ἀπονέμοντα.
Ἐπεὶ οὕτως ἦν ἀφθονώτατος, μεγαλοψυχίαν ἐπεδείξατο τοσαύτην, ὥστε νικητηρίους ἄγων ἑορτὰς ἐν ταῖς πρὸς τὰ θηρία τῶν ἀνδρῶν μάχαις ἑκατὸν ἅμα λέοντας ὑπὸ τοῖς θεαταῖς ἀνεῖλεν. ἐν τοσαύτῃ τῶν κοινῶν εὐδαιμονίᾳ καὶ τοῦ κρατοῦντος ἀρετῇ τέλος ἐπῆλθε τῷ βασιλεῖ δεκάτῳ καὶ ὀγδόῳ τῆς ἀρχῆς ἔτει, τῆς δὲ ἡλικίας ἑνὶ καὶ ἑξηκοστῷ· γνώμῃ τε ἁπάντων μιᾷ συνηριθμήθη τοῖς θεοῖς.
Παραπέμψας τῷ παιδὶ τὴν βασιλείαν Λουκίῳ Ἀντωνίνῳ Κομόδῳ, μήτε κτησαμένῳ τι τῆς πατρῴας ἀρετῆς μήτε ἐπιδειξαμένῳ· πλὴν ὅτι πρὸς Γερμανοὺς καὶ οὗτος ἔσχεν εὐτυχῆ πόλεμον. ἐπεχείρησε μέντοι τὸν μῆνα τὸν κατὰ Ῥωμαίους Νοέμβριον ἐπώνυμον ἑαυτῷ ποιῆσαι Κόμοδον· οὐ μὴν ἐδυνήθη. τρυφαῖς δὲ καὶ ἀσελγείαις κατὰ μικρὸν διαφθειρόμενος εἰς τοῦτο προῆλθεν ἀτοπίας, ὥστε καὶ ἐν τῷ μονομαχικῷ σταδίῳ καὶ μετὰ ταῦτα ἐν δημοτελεῖ θέᾳ κατὰ τὸ καλούμενον ἀμφιθέατρον διαγωνίσασθαι πρὸς τοὺς αὐτόθι ἐπιδεικνυμένους. θάνατος δὲ ἐξαπίναιος ἐπελθὼν αὐτῷ δόξαν ἤνεγκε τοῖς πολλοῖς, ὡς ἀγχόνῃ τις αὐτὸν ἢ φαρμάκῳ καί τισι μαγγανείαις ὑπεξαγάγοι τοῦ βίου· δώδεκα δὲ ἐξεπλήρωσε βασιλεύων ἐνιαυτοὺς μετὰ τὸν τοῦ πατρὸς θάνατον καὶ μῆνας ὀκτώ, παρὰ πάντων ὁμοίως κοινὸς ἐχθρὸς καὶ μετὰ τὸν θάνατον ὀνομαζόμενος.
Μετὰ τοῦτον ἐβασίλευσε Περτίναξ, ἀνὴρ εἰς γῆρας ἤδη προβεβηκὼς ἑβδομήκοστόν τε ἄγων τῆς ἡλικίας ἔτος. ὕπαρχος δὲ τῆς Ῥώμης ἦν, ὅτε παρῆλθεν εἰς τὴν Βασιλείαν δόγματι τῆς συγκλήτου πάσης ἀναρρηθείς. ἀλλ’ ὀγδοηκοστῇ τῆς βασιλείας ἡμέρᾳ στρατιωτῶν αὐτὸν ὑπεξήγαγε στάσις τῶν καλουμένων πραιτωριανῶν.
Ἰουλιανὸς δὲ ἦν ταύτην ἐγείρας τὴν στάσιν, ὃς καὶ τὴν βασιλείαν ἥρπασεν, ἐπιφανὴς μὲν καὶ νόμους ἐξησκημένος· Ἰουλιανοῦ γὰρ ἔκγονος ἦν, ὃς τὸ διηνεκὲς διάταγμα τοῖς Ἀδριανοῦ χρόνοις συνέταξεν, ὃ μέχρι νῦν Ἀδριάνιον καλεῖται κατὰ τὴν τῶν Ἰταλῶν φωνὴν ἤδικτον περπέτουον. ἀλλ’ εὐθὺς ἀνῃρέθη πρὸς τῇ γεφύρᾳ τῇ καλουμένῃ Μουλβίᾳ σφαγὴν ἐν αὐταῖς δεξάμενος ταῖς βασιλείοις αὐλαῖς.
Καὶ δέχεται τὴν βασιλείαν Σεπτίμιος Σευῆρος Ἄφρος ἐκ τῆς Τριπολιτικῆς καλουμένης ἐπαρχίας· πόλις δὲ ἦν αὐτῷ Λέπτις. μόνος δὲ οὗτος ἐξ Ἀφρικῆς ἐπὶ τὴν τῶν ὅλων παρῆλθεν ἐπιτροπήν· καὶ οὔτε πρότερον ἡ μνήμη παραδέδωκεν οὔτε μετὰ ταῦτα ἑξῆς ἐκεῖθεν βεβασιλευκότα. ἦν δὲ πρότερον μὲν τοῦ ταμιείου ῥήτωρ. τοῦ χρόνου δὲ προϊόντος ἀρχὴν ἴθυνε στρατιωτικήν καὶ προσεμμένων λιταῖς τιμαῖς εἰς τοῦτο ἦλθε δυναστείας. προσηγόρευσε δὲ ἑαυτὸν Περτίνακα τὸν ἀνῃρημένον ὑπὸ Ἰουλιανοῦ τιμῶν. μικρόψυχος μὲν ἀνὴρ καὶ χαλεπός, πολεμικὸς δὲ ἄλλως κἀν ταῖς μάχαις εὐτυχής· Πεσκέννιον γὰρ Νίγρον τυραννήσαντα κατὰ τὴν Αἴγυπτον ἐν Κυζίκῳ νικήσας ἀνεῖλεν. ἐκράτησε δὲ καὶ Πάρθων καὶ Ἀραβίων τῶν ἐνδοτάτω καὶ τῶν καλουμένων Ἀδριαβηνῶν, ὥστε τὴν μὲν Ἀραβίαν ἐπαρχίαν καταστήσασθαι κατὰ παλαιὸν ἔθος, ἀπὸ δὲ τῶν νενικημένων ἐθνῶν προσηγορίας λαβεῖν· ἐκλήθη τε Παρθικὸς καὶ Ἀράβιος καὶ Ἀδιαβηνικός. πλεῖστα δὲ καὶ τῶν τῆς βασιλείας οἰκοδομημάτων ἐπανήγαγεν εἰς νεότητα. κατὰ τοῦτον τὸν χρόνον Κλώδιος Ἀλβῖνος ὁ κοινωνήσας Ἰουλιανῷ τῆς Περτίνακος σφαγῆς ἑαυτὸν ἐν Γάλλοις ἐχειροτόνησε Καίσαρα, νικηθεὶς δὲ ἐν Λουγδώνῳ παρὰ τοῦ Σευήρου τέλος ἔσχε τοῦ βίου.
Σευῆρος δὲ ἦν μὲν ἐν τούτοις λαμπρός, οὐχ ἧττον δὲ ἐν τοῖς πολιτικοῖς· φιλοσοφίας τε γὰρ ἐξήσκητο πρὸς ἄκρον καὶ τῶν ῥητόρων ἁπάντων ὑπερεῖχεν. ὕστατόν τε πόλεμον πρὸς Βρεττανοὺς συγκροτήσας τάς τε πόλεις ἀνεκτήσατο καὶ τὰς ἐπαρχίας ἀσφαλιζόμενος χάρακα περιέβαλεν ἐπὶ δύο καὶ τριάκοντα πρὸς τοῖς ἑκατὸν σημείοις ἐκτείνας αὐτὸν πρὸς θάλασσαν. ἐπὶ τούτοις τοῖς ἔργοις ἐτελεύτησεν ἐν Ἐβοράκῳ πρεσβύτης βασιλεύσας ἓξ καὶ δέκα ἐνιαυτοὺς καὶ μῆνας τρεῖς καὶ τοῖς θεοῖς συνηριθμήθη δύο παῖδας διαδόχους τῆς βασιλείας καταλιπὼν Βασιανὸν καὶ Γέταν, προστάξας Βασιανὸν Ἀντωνῖνον μετακληθῆναι. καὶ ὁ μὲν προσηγορεύθη Μάρκος Αὐρήλιος Ἀντωνῖνος Βασιανὸς ἐπετρόπευσέ τε μετὰ τὸν πατέρα τῶν πραγμάτων, Γέτας δὲ ἐχθρὸς εἶναι κοινὸς κριθεὶς ὑπὲρ ὧν ἔπραττεν ἀνῃρέθη.
Ἀντωνῖνος τοίνυν προσλαβὼν καὶ τὴν τοῦ Καρακάλου προσωνυμίαν τῷ πατρὶ πρὸς ἅπαντα κατηκολούθησε τὸ πρῶτον, προϊὼν δὲ ἐχώρησέ τε εἰς ὠμότητα καὶ τὴν ἐν ταῖς ἀπειλαῖς ὑπερβολήν. τῇ Ῥώμῃ δὲ κατεσκεύασε λουτρόν, ὅπερ εἰς τόδε Ἀντωνινιανὸν καλεῖται. ἄλλο δὲ ἄξιον μνήμης οὔτε εἶπεν οὔτε ἔπραξεν οὐδέν, ἀλλ’ ἡδοναῖς τε ἐδούλευσεν, ὥστε καὶ τὴν ἑαυτοῦ μητρυιὰν ποιήσασθαι γαμετήν. ἐν Ἐδέσσῃ δὲ τῆς Ὀσδροηνῆς στρατεύων ἐπὶ Πέρσας ἀπῆλθε τοῦ βίου βασιλεύσας μὲν ἓξ ἔτη καὶ μῆνας δύο, προελθὼν δὲ τῇ ἡλικίᾳ εἰς τρίτον καὶ τεσσαρακοστὸν ἔτος· ἐγένοντό τε αὐτῷ τὰ νενομισμένα παρὰ τοῦ στρατοῦ.
Καὶ βασιλεύει μετ’ αὐτὸν Ὀπίλιος Μακρῖνος ἐξ ὑπάρχου πρὸς τὴν βασιλείαν κληθείς καὶ μετέσχεν ἁλουργίδος ὁ παῖς αὐτοῦ Διαδούμενος. ἔπραξε δὲ οὐδὲ οὗτος μνήμης ἄξιον οὐδὲν τῆς ἀρχῆς εἰς ἐνιαυτὸν καὶ μῆνας δύο προελθούσης. ἀνεῖλε δὲ ἀμφοτέρους στρατιωτικὴ στάσις.
Δέχεται δὲ τὴν βασιλείαν Μάρκος Αὐρήλιος [Ἀντωνῖνος] Ἀντωνίνου Καρακάλου παῖς ὤν, ὡς ὑπείληπτο, ἦν δὲ ἱερεὺς τοῦ ναοῦ τοῦ Ἡλιογαβάλου. οὗτος ἐπὶ χρηστῇ τοῦ δήμου προσδοκίᾳ τὴν Ῥώμην καταλαβὼν ἐναντίος ὤφθη τῆς ἐλπίδος. αἰσχρὸν γὰρ καὶ ἐπονείδιστον μετελθὼν βίον μετὰ δύο ἔτη τῆς βασιλείας καὶ μῆνας ὀκτὼ ἀνῃρέθη· καὶ ἡ μήτηρ αὐτῷ συναπώλετο Συμία Σευήρα.
Ἐντεῦθεν ἦλθεν ἐπὶ βασιλείαν Ἀλέξανδρος, Καῖσαρ μὲν ὑπὸ τῆς στρατιᾶς ἀναρρηθεὶς, Αὔγουστος δὲ ὑπὸ τῆς συγκλήτου κομιδῆ νέος. οὗτος εὐθὺς ἐπὶ Πέρσας ἐστράτευσε καὶ τὸν βασιλέα Ἀρσὴν μετὰ πολλῆς ἐνίκησε τῆς εὐκλείας. φοβερός τε ἐγένετο τῷ στρατῷ, ὥστε ἀτάραχον αὐτὸν ἐν πολλῷ διαμεῖναι χρόνῳ· ἐπειδὴ γοῦν τινα τῶν ταγμάτων ἐπήρθη πρὸς στάσεις, ἐκόλασέ τε καὶ τοὺς ἐν αὐτοῖς ἄνδρας ἅπαντας ἀπεστράτευσε. τούτῳ συνήδρευσεν ὁ νομοθέτης Οὐλπιανὸς αὐτὸς καὶ τὴν φροντίδα τοῦ τοῖς δεομένοις ἀντιγράφειν ἔχων. πολλῆς δὲ οὔσης αὐτῷ τῷ Ἀλεξάνδρῳ καὶ κατὰ τὴν Ῥώμην καὶ πανταχοῦ τῆς δόξης ἐτελεύτησε παρὰ Γάλλοις τάραχον ὑπομείνας στρατιωτικὸν τρισκαιδεκάτῳ τῆς βασιλείας ἔτει πολλὴν εὐσέβειαν ἐπιδειξάμενος περὶ τὴν ἑαυτοῦ μητέρα καὶ μηδὲ ἑνὶ κατὰ τοῦτο καταλιπὼν ὑπερβολήν.



ΒΙΒΛΙΟΝ Θ

Μεταλλάξαντος τοίνυν Ἀλεξάνδρου τὸν βίον ἐβασίλευσε Μαξιμιανός, πρῶτος οὗτος αἱρεθεὶς καὶ μὸνῃ τῇ τῶν στρατιωτῶν ψήφῳ τῆς συγκλήτου μὴ συμφηφισαμένης, ὅπουγε οὐ συνηριθμεῖτο τῇ γερουσίᾳ. ἐπαγαγὼν δὲ Γερμανοῖς πόλεμον καὶ κρατήσας αὐτῶν ἐκ πολλοῦ τοῦ περιόντος καὶ προσαγορευθεὶς Ἰμπεράτωρ (ὃ νῦν μὲν τῶν βασιλέων ἐστὶν ὄνομα, τότε δὲ ἥρμοττε τοῖς ἄριστα στρατηγοῦσιν) ἀνῃρέθη τῆς Ἰταλίας ἐντὸς ἐν Ἀκυληίᾳ τῇ πόλει Πουπιήνου τὴν σφαγὴν ἐπαγαγόντος· συνανῃρέθη δὲ αὐτῷ καὶ ὁ παῖς νήπιος κομιδῆ κοινωνήσας τῷ πατρὶ τῆς βασιλείας τρισὶν ἔτεσι καὶ ἡμέραις ὀλίγαις.
Μετὰ τοῦτον τρεῖς ἅμα γίγνονται βασιλεῖς, Πουπίηνός τε ὁ τὸν φόνον ἐργασάμενος καὶ Βαλβῖνος καὶ Γορδιανός, οἱ μὲν ἐξ ἀφανοῦς καὶ ἀσήμου γένους, Γορδιανὸς δὲ ἐξ ἐπιφανῶν προγόγων· Γορδιανὸς γὰρ ἦν αὐτῷ πατὴρ οὕτω λαμπρὸς ὥστε Μαξιμιανοῦ βασιλεύοντος, ὃν ὁ Πουπίηνος διεχρήσατο, ἐπὶ τῆς Ἀφρικῆς ἀνθυπατικὴν αὐτὸν ἔχοντα στρατιὰν κληθῆναι ἐπὶ τὴν βασιλείαν, ἐπεὶ δὲ ἐπέβησαν τῆς Ῥώμης, Βαλβῖνος μὲν καὶ Πουπίηνος ἐν ταῖς αὐλαῖς ἀνῃρέθησαν ταῖς βασιλικαῖς, ἔμεινε δὲ Γορδιανὸς μόνος τὴν αρχὴν ἔχων. νεώτατος δὲ ὢν ἄγεται γαμετὴν Τρανκυλλίναν. ἀνεγείρας δὲ τὸ ἱερὸν τοῦ Ἰάννου διὰ πολλοῦ τοῦ μέσου ὥρμησεν ἐπὶ τὰ πρὸς ἕω. στρατεύσας δὲ ἐπὶ Πέρσας καὶ κρατήσας αὐτῶν μάχαις πολλαῖς ἐπανιὼν ἀνῃρέθη πρὸς τοῖς Ῥωμαϊκοῖς ὅροις ὑπὸ Φιλίππου· καὶ γίνεται τῶν πραγμάτων ὁ Φίλιππος κύριος. κατεσκεύασε δὲ αὐτῷ μνήμῃ τῶν πεπραγμένων ἡρῷον ὁ στρατὸς εἰχοστῷ τοῦ Κιρκηνσίου σημείῳ (φρούριον δέ ἐστι τοῦτο Ῥωμαίων εἰδέτι καὶ νῦν οὕτω καλούμενον παρὰ τὸν Εὐφράτην ποταμόν), τὸ σῶμα δὲ εἰς τὴν Ῥώμην ἐχόμισε καὶ τῇ τῶν θεῶν ἐτίμησε προσηγορίᾳ.
Φίλιππος δὲ σύν τῷ παιδὶ Φιλίππῳ τῆς βασιλείας ἐπελάβετο καρπὸν τοῦτο ποιησάμενος τοῦ φόνου. καὶ τὴν στρατιὰν διαγαγὼν εἰς τὴν Ἰταλίαν ἤγαγε δημοτελῆ πανήγυριν ἐπὶ τῷ χιλιοστῷ τῆς πόλεως ἔτει κατ’ αὐτὸν ἀρξαμένῳ παντοδαπαῖς τέρψεσι τὸ πλῆθος ἀνελόμενος. αλλ’ ἀνῃρέθη σὺν τῷ παιδὶ τῶν στρατιωτῶν αὐτὸν μὲν ἐν Βερώνῃ τὸν υἱὸν δὲ ἐν Ῥὼμῃ διαχρησαμένων πέντε βασιλεύσας ἑνιαυτούς· τῆς μέντοι τῶν θεῶν ἠξιώθησαν προσηγορίας.
Καὶ παρῆλθεν εἰς τὴν ἐξουσίαν Δέκιος ἐκ Παιόνων κατάγων ἀπὸ Βουδαλίας τῆς πόλεως τὸ γένος. κινηθέντος δὲ ἐμφυλίου πολέμου τούτου μὲν ἐκράτησε μάχῃ, τὸν δὲ παῖδα τὸν ἑαυτοῦ Καίσαρα παρεσκεύασεν ἀναρρηθῆναι. λουτρόν τε κατὰ τὴν Ῥώμην κατεσκεύασεν ἐπώνυμον ἑαυτῷ. και δύο τὴν ἀρχὴν κατασχὼν ἐνιαυτοὺς ἅμα τῷ παιδὶ κατέλυσε τὸν βίον ἐν μέσοις τοῖς βαρβάροις ἀναιρεθέντες καὶ τῆς τῶν θεῶν ἔτυχον ἀμφότεροι τιμῆς.
Διαδέχεται δὲ τὴν βασιλείαν Γάλλος Ὁστιλιανὸς καὶ ὁ τούτου παῖς Βουλουσιανός. τυραννήσαντος δὲ ἐν Μυσοῖς Αἰμιλιανοῦ στρατεύουσιν ἀμφότεροι. καὶ ἀναιρέθεντες ἐν Ἰντεράμνοις τῆς ἀρχῆς οὐδεμίαν οὐδενὶ κατέλιπον μνήμην. τῆς δὲ ἐπ’ αὐτῶν γενομένης συμφορᾶς πολὺ γέγονεν ὄνομα λοιμῶν καὶ νόσων ποικίλων τότε σχεδὸν ἅπαν τὸ βασιλευόμενον διαφθειράντων.
Μετὰ τούτους Αἰμιλιανὸς οὐκ ἔχων ἑαυτὸν ἀνενεγκεῖν ἐπὶ λαμπροὺς προγόνους, μᾶλλον δὲ ἐξ ἀσήμων πάντη γεγενημένος τρισὶ μησὶν ὅλοις βασιλεύσας ἐτελεύτησε.
Τότε τοίνυν Οὐαλεριανὸς μὲν περὶ τὰς Ῥητίας καὶ Νωρικὸν διατρίβων ὑπὸ τῆς στρατιᾶς ᾑρέθη στρατηγὸς καὶ μετ’ οὐ πολὺ βασιλεύς. Γαλλιῆνος δὲ ἐπὶ τῆς Ῥώμης ὑπὸ τῆς συγκλήτου πρὸς τὴν ἀρχὴν ἐκλήθη. συνέβη δὲ τὴν τούτων βασιλείαν ὀλεθριωτάτην γενέσθαι δυστυχίᾳ τῶν ἡγεμόνων ἢ (τὸ ἀληθέστερον) ἀσθενείᾳ. Γερμανοὶ μὲν γὰρ ἐν μέσαις ταῖς Ἰταλίαις ἐστρατοπεδεύαντο καὶ τῆς Ραβέννης αὐτῆς ἄχρι προῆλθον. Οὐαλεριανὸς δὲ ἐν τῇ μέσῃ τῶν ποταμῶν Πέρσαις μαχόμενος ὑπὸ Σάπωρος τοῦ Περσῶν βασιλέως ἑάλω καὶ κατεγήρασεν ἐν αἰχμαλωσίᾳ.
Γαλλιῆνος δὲ νέος ἐπὶ τὰ πράγματα παρελθὼν τὸν μὲν πρῶτον χρόνον ἀνδρείαν τε ἐπεδείξατο καὶ τὴν τύχην εἶχε συλλαμβανομένην ἐν μάχαις Γάλλων τε καὶ Ἰλλυριῶν κρατήσας Γέννυόν τε τυραννήσαντα ἀνελών, προβαινούσης δὲ αὐτῷ τῆς ἡλικίας μετέβαλε καὶ τὴν γνώμην καὶ τὸν βίον ἐκ μὲν ἡμερότητος εἰς ὠμότητα μεταστάς, ἐκ σεμνότητος δὲ εἰς ἅπασαν ἡδονῶν ατοπίαν· καὶ πάσας ἀφῆκε τάς βασιλικὰς φροντίδας, ὡς Ἀλαμανοὺς ὑπερβάντας τὴν Γάλλων γῆν ἐπὶ τὴν Ἰταλίαν ἐλθεῖν Δάνας τε τοὺς ὑπὲρ τὸν Ἴστρον, οἳ κτῆμα Τραϊανοῦ τοῦ πάλαι βασιλεὺσαντος ἐγεγόνεισαν, ἀλλοτριωθῆναι Ῥωμαίων Ἑλλάδα τε καὶ Μακεδονίαν καὶ Πόντον καὶ Ἀσίαν ὑπὸ τῶν περὶ τὸν Ἴστρον ἐθνῶν, Παίονας δὲ ὑπὸ Σαρματῶν καὶ Κουάδων πολιορκηθῆναι Γερμανούς τε τὰς Ἱσπανίας ἐπινεμηθῆναι καὶ Ταράκωνα πόλιν ἐπιφανῆ κατασκάψαι, Πέρσας δὲ τὴν μέσην τῶν ποταμῶν ἐφ’ ἑαυτοῖς ποιησαμένους ἤδη περὶ τῆς Συρίας τὸν πόλεμον ἔχειν.
Ἀπεγνωσμένον δὲ ἤδη τῶν πραγμάτων καὶ τῆς βασιλείας ἐκ τοῦ πλείονος ἀνῃρημένης Ποστούμιος ἐν Γάλλοις ἀφανὴς τὸ ἐκ πατέρων περιθεὶς ἑαυτῷ τὴν ἀλουργίδα δέκα τῶν πραγμάτων ἐνιαυτοὺς ἐπετρόπευσε καὶ τὴν ἀπολομένην γῆν ἀνεκτήσατο πολλὴν ἀρετὴν ἐνδειξάμενος · πολλά τε κατώρθωσεν ἄν, εἰ μὴ τάραχος αὐτὸν στρατιωτικὸς ἀνεῖλεν αἰτιασαμένου τοῦ πλήθους, ὅτι δὴ Μογοντιακὸν τὴν πόλιν, ἥτις τυραννήσαντι Λουκίω Αἰλιανῷ συνεπολέμησε, μετᾶ τὴν νίκην οὐκ ἐπέτρεψε. πολιορκηθῆναι καὶ τὰ χρήματα τῆς πόλεως γενέσθαι τῶν νενικηκότων. οὕτω δὴ τούτου τελευτήσαντος Μάριος εὐτελὴς καὶ προεστηκὼς ἐργαστηρίου ἐπελάβετο τῆς ἀρχῆς καὶ μίαν κρατήρας ἡμέραν τῆς ὑστεραίας ἀνῃρέθη. καὶ διεδέξατο Βικτωρῖνος τῆν βασιλείαν ἐν τῆ Γάλλων γῇ χρῆσθαι μὲν τοῖς πράγμασιν ἐπιστάμενος, δουλεύων δε ἡδοναῖς καὶ τοῖς ἀλλοτρίοις [γάμοις] ἐπιβουλεύων. τοῦτο γοῦν αὐτον καὶ ἀπήνεγκεν ὡς τάχιστα τοῦ βῖου δεύτερον τῆς βασιλείας ἄγοντα ἔτος δούλου τινὸς Ἀκτουαρίου τὴν τελευτὴν ἐπαγαγόντος· τοῦτο γὰρ ἦν ὄνομα τῷ πεφονευκότι.
Καὶ μετῆλθεν εἰς Τέτρικον ἡ βασιλεία τῆς Ακυτανίας ἔχοντα τὴν ἡγεμονίαν τοῦ στρατοῦ τὴν ψῆφον ἐπ’ αὐτὸν ἀγαγόντος. περιεβάλλετο μὲν οὖν ἐν Βουρδιγάλλοις τὴν ἁλουργίδα, ταραχὰς δὲ ὑπέμεινε στρατιωτικὰς πολλάς τε καὶ μεγάλας. ταύτης οὔσης ἐν Γάλλοις τῆς καταστάσεως ἐν τοῖς ἑῴοις Ὀδέναθος μετατιμηθεὶς τῆς ἀρχῆς νικᾷ τε Πέρσας μάχῃ καὶ τὴν Συρίαν ἀνακτησάμενος προσῆλθεν ἐπὶ τὴν μέσην τῶν ποταμῶν καὶ πρὸς Κτησιφῶντα χωρήσας αὐτὴν ἐπολιόρκησεν.
Καὶ οὕτως δὴ τοῦ Γαλλιήνου τὴν ἀρχὴν ἐκλιπόντος ἐν μὲν τοῖς ἑσπερίοις Ποστούμιος, ἐν δὲ τοῖς ἑῴοις Ὀδέναθος τὰ πράγματα διεφύλαξεν. ἀλλ’ ὁ μὲν Γαλλιῆνος ἀνῃρέθη καὶ Οὐαλεριανὸς ὁ ἀδελφὸς ὁ τούτου τῆς τοιαύτης τελευτῆς ἐγένετο κοινωνὸς ἐννάτῳ τῆς βασιλείας ἔτει. Κλαύδιος δὲ διαδεξάμενος τὴν ἀρχὴν τὰ ἔθνη κατεπολέμησεν ἃ προσῴκει τὸν Ἴστρον, ὑφ’ ὧν Ιλλύριοί τε καὶ Μακεδόνες ἐπολιορκοῦντο· αὐτός τε σώφρων τε ἦν περὶ τὰς δημοσίας δαπάνας, μετριότητι δὲ ἐχρῆτο πρὸς ἅπαντα, τοῦ δικαίου δὲ φύλαξ ἦν ἀκριβὴς καὶ πανταχόθεν τῇ βασιλείᾳ πρέπων. ἀλλὰ νόσος αὐτὸν δευτέρῳ τῆς ἀρχὴς ἔτει μετέστησε τοῦ βίου· καὶ τῶν θείων ἠξιώθη τιμῶν. ἡ δὲ σύγκλητος πολυτρόποις τιμαῖς τὴν ἐκφορὰν ἐκόσμησε καὶ τελευταῖον ἀσπίδα τε χρυσῆν ἔθηκεν ἐν τῷ βουλευτηρίῳ καὶ αὐτὸν χρυσοῦν ἔστησεν ἐν τῷ Καπετωλίῳ.
Ἐψηφίσατό τε Κυντίλλω [τῷ] τοῦ τεθνηκότος ἀδελφῷ τὴν βασιλείαν συμψηφισαμένης καὶ τῆς στρατιᾶς ἀπάσης· καὶ τῆς τε κρίσεως οὐ διήμαρτον οἱ ἑλόμενοι· ταῖς γὰρ ἀρεταῖς ἁπάσαις οὐ μόνον εἰς ἴσον ἦλθεν, ἀλλὰ καὶ παρῆλθε τὸν ἀδελφόν· στρατηγὸς δὲ πρότερον αἱρεθεἱς μετὰ ταῦτα καὶ βασιλεὺς ἀνερρήθη. ἀλλὰ καὶ οὗτος ἑπτακαίδεκα ὕστερον τῆς βασιλείας [ἡμέραις] ἀνῃρέθη.
Τότε λοιπὸν Αὐρηλιανὸς ἐπὶ τὰ πράγματα παρῆλθεν ἐκ τῆς Δακίας τῆς καλουμένης Ῥιπενσίας ἕλκων τε γένος, δυνατώτατος μὲν καὶ ανδρειότατος ἐν ταῖς μάχαις, μικρόψυχος δὲ τοῖς δὲ ἐν τοῖς πολιτικοῖς πράγμασιν. οὗτος τοὺς μὲν περὶ τὸν Ἴστρον βαρβάρους ἐνίκησε μάχῃ καὶ τοὺς Ῥωμαϊκοὺς ὅρους ἐξέτεινε κατὰ τὸ σχῆμα τὸ πρότερον· ἐκράτησέ τε Τετρίκου μὲν ἐν Γὰλλοις αὐτοῦ προσαγαγόντος αὐτὸν τε καὶ το στρατόπεδον· ἐπειδὴ γὰρ οὐκ ἔφερε συνεχῶς αὐτῷ ἐπανισταμένων, μεθ’ ἡδονῆς ἐδέξατο τὴν Αὐρηλιανοῦ δεσποτείαν. φασὶ γοῦν αὐτὸν γράμμασι λαθραίοις παρακεκληκέναι τὴν ἀρχὴν ὑποδέξασθαι καὶ τὸ ἔπος ἑνθεῖναι τοῖς γρὰμμασιν, ὃ πεποίηκεν ὁ Βεργίλλιος ἐκ προσώπου Παλινούρου πρὸς τὸν Αἰνείαν ʻἐξάρπασόν με τούτων ἀήττητε τῶν κακῶν’. συνάψας δὲ καὶ πρὸς Ζηνοβίαν μάχην, ἥτις μετὰ τὴν τοῦ ἀνδρὸς Ὀδενάθου τελευτὴν ἐβασίλευε τῶν ἑῴων αἱρεῖ μὲν αὐτήν πλεσίον Ἀντιοχείας οὐ καρτερᾶς δεηθεὶς μάχης, ἀπήγαγε δὲ εἰς τῆν Ῥώμην αὐτήν τε καὶ τὸν Τέτρικον καὶ καθ’ ἑκατέρων ἐθριάμβευσε τῆς οἰκουμένης αὐτοκράτωρ προσαγορευθείς. ἡγοῦντο δὲ αὐτῷ τῶν ἁρμάτων Τέτρικός τε καὶ Ζενοβία· καὶ τὸν μὲν ἐπιτροπεύειν ἔταξε τῆς Λουκανῶν ἐπαρχίας τὸ λοιπὸν τοῦ βίου, Ζηνοβία δὲ καὶ αὐτὴ μικρὸν βιώσασα μετὰ τὴν αἰχμαλωσίαν χρόνον τοὺς παῖδας κατέλιπεν ἐπὶ τῆς Ῥώμης, ὧν ἔτι καὶ νῦν εἰσιν ἀπόγονοι.
Κατὰ τούτους τοὺς χρόνους οἱ τὸ νόμισμα διοικοῦντες ἐξ ἀργύρου τε καὶ χρυσίου καὶ μὴν καὶ τὸν χαλκὸν μορφοῦντες εἰς δηνάριον ἐξανέστησαν εἰς στάσιν, ὥστε καὶ συγκροτῆσαι πόλεμον καὶ εἰς χεῖρας ἐλθεῖν· αἰτίαν δὲ ἔσχεν ὁ θόρυβος τὴν περί το νόμισμα ῥᾳδιουργίαν. κρατήσας δὲ αὐτῶν Αὐρηλιανὸς πολλῇ μετὰ τὴν νίκην ὠμότητι κατεχρήσατο. πολλούς δὲ καὶ ἐκ τῶν τῆς γερουσίας ἀνεῖλε φονῶν ἀεί, ὥστε μῖσος μὲν αὐτῷ τεχθῆναι πολὺ μὴ μὴν ἄχρηστον πάντη γενέσθαι τὴν ὠμότητα, τῶν πολλῶν ἐκ τούτου πρὸς τὸ δέον ἀφικνουμένων, πλὴν ὅτι καθάπερ ἔκ τινος μελέτης οὐδὲ τῶν ἀδελφιδῶν ἐφείσατο.
Αὐτὸς καὶ τὴν πόλιν ὀχυρωτέροις περιέβαλε τείχεσι καὶ ναὸν ᾠκοδόμησεν Ἡλίῳ πλοῦτόν τε ἐναπέθετο. τῷ ναῷ πολὺν ἐκ χρυσοῦ τε καὶ λίθων τιμίων. ἃς μέντοι κατεστήσατο πόλεις Τραϊανὸς ὑπὲρ τὸν Ἴστρον, οὐκ ἐβουλήθη μέρος εἶναι τῆς ἀρχῆς· οὐ γὰρ ἤλπισε δύνασθαι μένειν αὐτὰς ὑπὸ τοῖς Ῥωμαῖοις τῶν προβεβλημένων ἐθνῶν Ἰλλυριῶν τε καὶ Μυσῶν ἐκπεπορθημένων. μετῴκισε γοῦν τοὺς κατοικισθέντας ἐκεῖ Ῥωμαίους εἰς μέσην τὴν Μυσῶν γῆν προσαγορεύσας τὸν συνοικισμὸν Δακίαν, ἣ μέση νῦν τῶν δύο Μυσιῶν κεῖται καὶ ἔστιν ἐν δεξιᾷ διαπλέουσι τὸν Ἴστρον ἐπὶ τὴν θάλασσαν. τοσαῦτα διαπραξάμενος οἰκέτου δόλῳ ἐτελεύτησε τὸν βίον, ὃς τὴν τοῦ δεσπότου μιμησάμενος χεῖρα γράφει πρός τινας τῶν φίλων περὶ σφαγῆς ἀνδρῶν τινων ὡς Αὐρηλιανοῦ γράψαντος, ὃ δὴ γνόντες οἷς ὁ φόνος ἀρτὺεσθαι δῆθεν ἐδόκει φθάσαντες αὐτοὶ τὸν Αὐρηλιανὸν ἔδρασαν ἃ πείσεσθαι προσεδόκων. σφάττεται τοίνυν μεταξὺ τοῦ τε Βυζαντίου καὶ Ἡρακλείας κατὰ τὴν παλαιὰν λεωφόρον. ὄνομα δὲ ἐστὶν τῷ τόπῳ Καινὸν φρούριον. ἀλλ’ ἐτιμώρησαν αὐτῷ κατὰ ταῦτά τινες· καὶ αὐτὸς συνηριθμήθη τοῖς θεοῖς.
Μετὰ τοῦτον Τάκιτος ὑπεδέξατο τὴν βασιλείαν τό τε ἦθος εἰς ἅπασαν ἀρετὴν ἐξησκημένος δυνατός τε εἴπερ τις ἄλλος ἐπιτροπεῦσαι τὼν πραγμάτων. ἀλλ’ οὐδὲν ἔδειξε λαμπρόν· οὔτε γὰρ ἐπέτρεψεν ὁ χρόνος τῆς βασιλείας ἓξ μῆνας προελθούσης μόνον. ἀλλ’ οὐδὲ Φλωριανὸς τοῦτον ἐκδεξάμενος ἔπραξέ τι γενναῖον εἴκοσι βασιλεύσας ἡμέρας.
Πρόβος ἐντεῦθεν ἐκτήσατο τὴν βασιλείαν πολλὴν ἀπὸ τῶν πολεμικῶν δόξαν ἔχων, ἣν καὶ μετὰ ταῦτα οὐχ ἧττον ηὔξησε· Γάλλους τε γὰρ ἠλευθέρωσε τῶν βαρβάρων πολλαῖς αὐτῶν κρατήσας μάχαις· τούς τε ἐπιβουλεῦσαι τῇ βασιλείᾳ βουληθέντας, Σατορνῖνόν τε ἐν τοῖς πρὸς ἕω, Πρόκλον τε καὶ τὸν Βόνωσον ἐν Ἀγριππίνῃ, πολέμω νικήσας ἀνεῖλε. Γάλλοις ἐπέτρεψεν ἀμπελουργεῖν οὔπω πρότερον τοῦτο εἰδόσι τῇ στρατιωτικῇ τεχνησάμενος χειρὶ τό τε Ἄλμον καὶ τὸ Αὔρεον (ὄρη δὲ ἔστιν τὸ μὲν Σιρμίου τὸ δὲ ἐν Μυσοῖς) κατεφύτευσεν ἀμπελῶνας καὶ παρέδωκε τοῖς προσοίκοις γεωργεῖν. πολλούς τε ἑτέρους κατορθώσας πολέμους καί πάντα ποιήσας ἐν εἰρήνῃ καί τι καὶ νεανιευσάμενος μικρὸν ὕστερον, ὡς οὐδὲν αὐτῷ δεήσει δυνάμεως, θαυμαζόμενος ἐπ’ ἀνδρείᾳ τε καὶ δικαιοσύνῃ καὶ τοῖς μὲν πλεονεκτήμασιν ἀφομοιούμενος Αὐρηλιανᾠ, τὰς κακίας δὲ φεύγων, ἀνῃρέθη κατὰ τὸ Σίρμιον ὑπὸ στρατιωτικοῦ ταράχου τοῦτο παθών.
Δέχεται δὲ τὴν βασιλείαν Κάρος Ναρβωνήσιος (Γάλλων δὲ ἧν ἡ πόλις) καὶ ποιεῖ κοινωνοὺς εὐθὺς αὑτῷ τῆς βασιλείας Καρῖνον καὶ Νουμεριανὸν τοὺς παῖδας. μαχόμενος δὲ πρὸς Σαρμάτας, ἐπειδή τις ἤγγειλεν αὐτῷ τοὺς Πέρσας τὰ πρὸς ἕω ταράττειν, δρόμον τε ὡς αὐτοὺς ἐποιήσατο καὶ κατεκράτησεν αὐτῶν πολλαῖς συμπλοχαῖς. Κόγχην τε καὶ Κτησιφῶντα τῶν Περσικῶν πόλεων ἐπιφανεστάτας εἷλε· καὶ στρατοπεδευσάμενος ὑπὸ τὸν Τίγρητα ποταμὸν ἀπώλετο κεραυνῷ. καὶ μετὰ τοῦτον ὁ παῖς Νουμεριανὸς συνεκστρατεύσας αὐτῷ δὸλῳ θνήσκει τοῦ κηδεστοῦ (Ἄπρος δὲ ἦν ὄνομα αὐτῷ) καὶ διὰ τὸ τῶν ὀμμάτων γενόμενον πάθος οὐ δυνάμενος ἀλύπως δέξασθαι τὸν καθαρὸν ἀέρα ἐπιθεὶς ἑαυτὸν φορείῳ καὶ δέρματα πανταχόθεν περικλείσας ἥνυε τὴν ὁδόν· ὁ τοίνυν Ἄπρος ἀνελὼν αυτὸν ἔκρυπτε τὸν θάνατον, πρὶν δὴ τῶν ἑπομένων τινὲς ἠναγκάσθησαν ὑπὸ τὴς τοῦ νεκροῦ δυσωδίας περιεργάσασθαι καὶ μηνῦσαι τῷ στρατῷ τὸ γεγενημένον· ἔκρυπτε δὲ τὴν τελευτὴν Ἄπρος αὐτὸς κρατῆσαι τῶν πραγμάτων ἐπιθυμῶν.
Ἐν τούτοις δὲ ὄντων τῶν ἐκ Περσίδος ἐπανιόντων Καρῖνος ὁ καταλειφθεὶς ὑπὸ τοῦ πατρὸς Ἰλλυρίους τε καὶ Γάλλους φυλάττειν καὶ τὴν Ἰταλίαν πάσας ὑπερβὰς ἀτοπίας τοὺς μὲν ἀνῄρει πλάττων ἐγκλήματα, τῶν δὲ τὰς εὐνὰς ὕβριζεν. ἤδη δὲ καὶι τῶν συμπεφοιτηκότων αὐτῷ τινας ὑπὲρ τῶν γενομένων ἐν τῇ νεότητι προσκρουσμάτων ὠμότατα διεχρήσατο καὶ ἀπεστυγεῖτο παρὰ πάντων ὁμοίως. ἀλλ’ ὁ στρατὸς ἅπας Διοκλητιανὸν ἀνεῖπε βασιλέα ἀφανῆ τινα καὶ ἄσημον· οἱ μὲν γὰρ αὐτὸν δημοσίου γραμματέως παῖδά φασιν, οἱ δὲ ἀπελεύθερον Ἀνουλίνου τινὸς συγκλητικοῦ γεγονέναι.
Βασιλεύσας δὲ καὶ συγκαλέσας τὴν στρατιὰν ὠμόσατο μὴ συνειδέναι τῷ Νουμεριανοῦ φόνῳ καὶ μετὰ τοὺς ὅρκους πλεσίον ἑστηκότα τὸν Ἄπρον αὐτοχειρὶ διεχρήσατο. χωρήσας δὲ καὶ ἐπὶ τὸν Καρῖνον τῷ τε στρατεύματι καὶ τοῖς λοιποῖς προεστηκότα νικᾷ τε μάχῃ καὶ μετὰ ταῦτα ὑπὸ τῶν οἰκείων προδοθέντα περὶ Μάργον τὴν πόλιν ἀνεῖλε· καὶ γίγνεται μόνος αὐτοκράτωρ. στασιάζοντος δὲ ἐν Γάλλοις τοῦ ἀγροικικοῦ καὶ Βακαύδας καλοῦντος τοὺς συγκροτηθέντας (ὄνομα δὲ ἔστιν τοῦτο τυράννους δηλοῦν ἐπιχωρίους), ἡγεμόνας δὲ ἔχοντος τοῦ τολμήματος Ἄμανδόν τε καὶ Αἰμιλιανὸν χειροτονήσας Καίσαρα Μαξιμιανὸν τὸν Ἐρκούλιον ἐξέπεμψε· καὶ νικήσας Μαξιμιανὸς μάχῃ τὴν ἐλευθερίαν ἀπέδωκε τῇ γῇ.
Κατὰ δὲ τὸν αὐτὸν χρόνον Καραύσιος οὐδαμόθεν οὐδενὶ γνωριζόμενος πλὴν ἐκ πολεμικῶν ἔργων, ἐκπεμφθεὶς παρὰ Μαξιμιανοῦ εἰς τήν Βονωνίαν ὥστε τὰ περὶ τὸ Βελγικὸν καὶ Ἀρμόριχον καταστῆσαι παρὰ τῶν προσοίκων ἐνοχλούμενα, βαρβάρων πολλαῖς κρατήσας μάχαις τὴν ἐκ τοῦ πολέμου λείαν οὔτε τῷ στρατῷ διένειμεν οὔτε τοῖς βασιλεῦσιν ἀνέπεμφε· καὶ δι’ ὑποψίας ἐλθὼν ὡς ἐκ προνοίας ἐπὶ νεωτερισμῷ τὸν πλοῦτον συναγείρας προσετάχθη μέν ὑπὸ Μαξιμιανοῦ κατασφαγῆναι, γνοὺς δὲ ἁλουργίδα τε ἐνέδυ καὶ καταλαμβάνει τὰς Βρεττανικὰς πόλεις.
Πάντων οὖν πανταχόθεν θορύβου πεπληρωμένων (καὶ γὰρ τοι καὶ Ἀχιλλεὺς χεῖρας ἀντάρας ἐτὺγχανεν ἐν Αἰγύπτω· καὶ Γειτιανοί, πέντε δὲ ἦσαν οὗτοι, νεωτεροποιοῦντες ἐπὶ τῆς Ἀφρικῆς δύναμιν συνεχρότουν) τὸν μὲν Ἑρκούλιον Μαξιμιανὸν Αὔγουστον ἀνηγόρευσε, Κωνστάντιον δὲ καὶ Μαξιμιανὸν Καίσαρας. ἦν δὲ Κωνστάντιος μὲν Κλαυδίου τοῦ βασιλεύσαντος ἀπὸ θυγατρὸς ἔκγονος, Μαξιμιανὸς δὲ ὁ καὶ Γαλλέριος ἐπικληθεὶς ἐκ Δακῶν τῶν περὶ Σαρδάκην ἔχων τὸ γένος. βουλόμενος δὲ αὐτοὺς πιστοτέρους ἑαυτῷ καταστῆσαι τῇ διὰ τοῦ γάμου κατέδησε συγγενείᾳ Κωνσταντίῳ μὲν τὴν Ἑρκουλίου τοῦ συμβασιλεύοντος αὐτῷ προγονὴν ἐκδοὺς (Θεοδώρα ἦν ὄνομα αὐτῇ· ἀφ’ ἧς δὴ καὶ ἓξ παῖδες ἐγένοντο αὐτῷ, Κωνσταντίνου τοῦ μετὰ ταῦτα βασιλεῦσαντος ἀδελφοί), Γαλλερίῳ δὲ τὴν αῦτοῦ θυγατέρα Οὐαλερίαν. ἀλλὰ τὰς μὲν γαμετὰς ἑκατέρας ἀπεώσαντο. Καραύσιος δὲ ἐπειδήπερ ἀνάλωτος ἦν ἁπάσῃ μηχανῇ, σπένδεται πρὸς τοὺς βασιλέας· καὶ μετὰ τὰς σπονδὰς ᾶνῃρέθη παρὰ τοῦ πάντων αὐτοῦ φιλτάτου, ὃς Ἄλληκτός τε ἐκαλεῖτο καὶ μετὰ ταῦτα ἐκράτησε τῶν Βρεττανικῶν καὶ τρεῖς διατελέσας ἐνιαυτοὺς ὑπὸ τοῖς πολεμίοις ἐγένετο στρατηγοῦντος Ἄσκληπιοδότου τοῦ τοῖς βασιλεύουσι τότε ὑπάρχοντος. οὕτως τὰ Βρεττανῶν ἕνδεκα ἔτεσι χωρισθέντα τῆς βασιλείας συνήφθη Ῥωμαίοις.
Κατὰ δὲ τούτους τοὺς χρόνους Κωνστάντιος ὁ Καῖσαρ ἐν Γάλλοις πολλὰς νικήσας μάχας ἦλθε παρὰ μικρὸν κινδύνου· κυκλωσάντων γὰρ αὐτὸν τῶν πολεμίων ἐν αὐτοῖς προπυλαίοις Λὶγγωνος τῆς πόλεως κάλοις ἀνειλκύσθη πρὸς τὸ τεῖχος. ἀλλὰ κατὰ τὴν αὐτὴν ἡμέραν οὐδὲ πέντε διαγενομένων ὡρῶν ἐπεξελθὼν ἐξήκοντά τε ἀνεῖλεν χιλιάδας καὶ τοὺς Ἀλαμαννοὺς κατεδούλωσε. Μαξιμιανὸς δὲ τοὺς ἐν Ἀφρικῇ νεωτερίσαντας Γεντιανοὺς εἷλέ τε καὶ ὑποσπόνδους ἐποίησε. καὶ αὐτὸς Διοκλητιανὸς ἐν Αἰγύπτῳ τὸν Ἀχιλλέα νικήσας αὐτόν τε διεχρήσατο καὶ διὰ πάσης ὠμότητος ἐπεξῆλθε τῇ νίκῃ τοὺς μὲν κατασφάξας τῶν Αἰγυπτίων, τοῖς δε λοιποῖς φόρους τάξας ὡς μάλιστα βαρυτάτους. ἐκ ταύτης δὲ τῆς αἰτίας καὶ πάσης τῆς βασιλευομένης τὰς εἰσφορὰς ἐπέθηκε διαμετρησάμενος τὴν γῆν καί εἰς ἀπογραφὴν ἀναγαγὼν ἃ πάντα εἰς τόδε ἐκράτησεν.
Ἀλλ’ οὐδὲ Μαξιμιανὸς ὁ Γαλλέριος ἔξω μεγάλων ἔργων ἐγένετο· στρατεύσας γὰρ κατὰ Ναρσοῦ τοῦ Περσῶν βασιλεύοντος (πάππος δὲ ἦν οὗτος Σάπωρί τε καὶ Ὁρμισδᾳ τοῖς εἰς τὴν ἡμετέραν ἡλικίαν ἀφικομένοις) τὸ μὲν πρῶτον ἐναντίαν ἔσχε τὴν ἔκβασιν ἐξ ἀβουλίας μᾶλλον ἤπερ ἀσθενείας. οὐ ἔχων ἀξιόμαχον στρατιὰν συνεπλάκη καὶ τοιαὺτην ἔσχε δυσημερίαν, ὥστε ἐπειδήπερ ἧκεν πρὸς Διοκλητιανὸν συλλεξόμενος ἑτέραν δύναμιν, μηδὲ λόγου τινὸς ἀξιωθῆναι, συνδραμεῖν δὲ τῷ ἅρματι μετὰ τὴς ἁλουργίδος αὐτῆς.
’Αλλ’ ἀγείρας πλῆθος πρὸς τὴν Περσικὴν παρασκευὴν ἀξιόχρεων χωρεῖ πρὸς τὴν Ἀρμενίαν. κἀκεῖ
τῷ Ναρσῇ συμμίξας διαφθείρει μὲν αὐτοῦ τὸν στρατόν, αἰρεῖ δὲ τήν τε γαμετὴν αὐτοῦ καὶ τὰς ἀδελφάς· αὐτόν τε ἐπεξελθὼν ἤλασε πορρωτάτω τῆς βασιλείας. γνοὺς δὲ ὡς Διοκλητιανὸς διατρίβει περὶ τὴν μέσην τῶν ποταμῶν, ἀφίκετό τε ὡς αὐτον καὶ πρὸς ἀξίαν ἐτιμῆθη τῶν εἰργασμένων. ἐντεῦθεν πολλοὶ καὶ πρὸς πολλοὺς συνεκροτήθησαν πόλεμοι, οἱ μὲν πάντων ἅμα συστρατεόντων, οἱ δὲ παρ’ ἑκάστου τῶν κρατούντων· Κάρποι γοῦν καὶ Βαστέρναι καὶ Σαρμάται κατεπολεμήθησαν, ὥστε τῆς ἀπὸ τοῦ πολέμου λείας ἀνδρῶν τε καὶ λοιπῶν τὴν Ῥωμαϊκῆν πληρωθῆναι γῆν.
Ἀλλ’ ὁ Διοκλητιανὸς μὲν ἀγχίνους τε ἦν φύσει μετά τινος κακουργίας πραγμάτων τε δεινὸς ἰχνευτὴς καὶ τὰς βουλὰς ἀποκρύπτων· τὴν τραχύτητά τε τήν αὐτοῦ σπουδὴν εἶχεν ἑτέροις ἐπιγράφεσθαι· καὶ τὴν ὠμότητα τοῖς ἔργοις ἐγγυμνάζων ἐσοφίζετο φθόνον ἑτὲρων εἶναι τὴν αὐτοῦ κακίαν. ἐπιμελείας δὲ οὐκ ἦν ἔξω καὶ τῆς περὶ τὸ βασιλεύειν τέχνης. αὐτὸς τε πρῶτος τὴν βασιλικὴν εἰσήγαγεν ὑπεροψίαν κατὰ μικρὸν τὴν ἐλευθερίαν τὴν Ῥωμαϊκὴν ὑποτεμνόμενος καὶ προσκυνεῖσθαι προσέταξεν ἑαυτὸν τὼν μέχρις αὐτοῦ βασιλέων τῇ κοινῇ προσηγορίᾳ τιμωμένων καὶ τιμίους λίθους τοῖς τε ἐσθήμασι καὶ τοῖς ὑποδήμασιν ἐνήρμοσε· πρότερον δὲ το διαφὲρον τῆς βασιλικῆς περιβολὴς ἀπὸ τὴς ἁλουργίδος ἦν μόνης.
Ἑρκούλιος δὲ σαφέστατα καὶ προδήλως ὠμὸς ἦν και πάσης μετριότητός τε καὶ κοινότητος ἀλλότριος, ἄγριον δὲ καὶ τὸ βλὲμμα καὶ τὴν πρόσοφιν ἔχων, ἐξ ὧν ἑκατέρων ἡ τῆς ψυχῆς ἐσημαίνετο ποιότης. τὰς γοῦν ἀπηνεστέρας Διοκλητιανοῦ βουλάς εὐθύς εἰς ἔργον ἦγεν· ἔστι δὲ ὅτε καὶ ἀφορμὴν αὐταῖς παρεῖχε, πρόφασιν μὲν ὡς πάντα εἴκων αὐτῷ, τὸ δὲ οἰκεῖον θεραπεύων πάθος. ἀλλ’ ἐπειδὴ πρὸς γῆρας ἀφικόμενος Διοκλητιανὸς οὐ σφόδρα ἡγεῖτο τῇ προστασίᾳ τῶν κοινῶν ἀρχεῖν, ποιεῖται πρὸς τὸν Ἑρκούλιον λόγους, ὥστε τὴν ἀρχὴν ἀποθέσθαι καὶ παραδοθῆναι τοῖς ἐκ τῆς ἡλικίας ἐρρωμενεστέροις καὶ ἀκμάζουσι· καὶ πείθηεται μὲν εἰ καὶ ἀνιώμενος καὶ βαρέως φέρων Ἐρκούλιος, συναφίσταται δὲ τῆς βασιλείας τῷ συμβουλεύσαντι· μία τε μὲν ἐν Νικομηδείᾳ τὸν Διοκλητιανὸν, τὸν δὲ ἕτερον ἐν Μεδιολάνῳ μετὰ τὸν θρίαμβον ἐχεῖνον, ὃν κατὰ τῶν εἰρημένων ἐθνῶν ἐπὶ τὴς Ῥώμης ἐξεπλήρωσαν προπομπευόντων τῆς τε Ναρσοῦ γαμετῆς καὶ τὼν ἀδελφῶν καὶ τὼν παίδων.
Ἵδρυσαν οὖν ἑαυτοὺς ὁ μὲν Ἑρκούλιος περὶ τὴν Λουκανίαν, Διοκλητιανὸς δὲ ἐν ἀγρῷ γειτνιῶντι Σάλωσι καὶ διετέλεσεν ἐν ἡσυχίᾳ λαμπρᾷ τὸ καινὸν τοῦτο μόνος ἑλόμενος καὶ μετελθὼν τῆς ἀρετῆς εἶδος, ὥστε ἐξ ὕψους τοσούτου πρὸς κοινὴν μεταστῆναι πολιτείαν. καινὸν γοῦν καὶ αὐτοῦ μετὰ τελευτὴν ὐπῆρξεν ἐξ ἀμοιβῆς [γέρας]· μόνος γὰρ ἰδιωτῶν ἀνηγορεύθη θεός.



ΒΙΒΛΙΟΝ Ι

Οἱ μὲν οὖν ἐπαύσαντο τῆσ ἀρχῆς, Κωνστάντιος δὲ καὶ Γαλλέριος τὴν τῶν Αὐγουστων προσλαμβάνουσι προσηγορίαν καὶ διαιροῦνται τὴν βασιλείαν, ὥστε τὰς μὲν Γαλλίας καὶ τὴν Ἰταλίαν καὶ τὴν Ἀφρικὴν ὑπὸ Κωνσταντίῳ τετάχθαι, τὰ δὲ τῶν ’Ιλλυριῶν καὶ τὰ πρὸς ἕω καὶ τὴν Ἀσίαν ἅπασαν ὑπὸ τῷ Γαλλερίῳ. καὶ χειροτονοῦνται παρ’αὐτῶν Καίσαρες δύο. ἀλλὰ Κωνστάντιος ἀρχεῖν ἡγούμενος ἀυτῷ τὴν τοῦ Αὐγούστου καὶ προσηγορίαν καὶ τιμὴν μόνον μετεποιήθη τῶν ἐν Γάλλοις πραγμάτων τὴν Ἰταλίαν καὶ τὴν Ἀφρικὴν ἀφείς, ἀνὴρ πάσης ἀρετῆς μέτοχος καὶ πάντας κοινότητι παρελθών. καὶ οἰκεῖον γὰρ ἡγούμενος πλοῦτον τὸν τῶν ὑπηκόων τὰς μὲν ἑκείνων συνεκρότει κτήσεις, τὰς δὲ βασιλικὰς παρὰ φαῦλον ἐποιεῖτο. φασὶ γοῦν αὐτὸν λέγειν ὡς ἄμεινον παρὰ τοῖς ἰδιώταις τὴν τοῦ βασιλέως εὐπορίαν εἶναι ἢ μικρῷ περικεκλεῖσθαι χωρίῳ. οὕτω δὲ μετρίαν εἶχε τὴν τῶν ἀναγκαίων παρασκευὴν ὡς ἐν τοῖς πολυανθρωποτέροις τῶν συμποσίων παρὰ τῶν ἰδιωτῶν αἰτεῖν ἀργυρᾶ τε σκεύη καὶ τὴν λοιπὴν ἀφθονίαν. τοσοῦτον δὲ ἦν αὐτοῦ παρὰ τοῖς Γάλλοις τὸ φίλτρον ὥστε αὐτῷ κατὰ τὴν γνώμην ἀνακινεῖσθαι τὰ τῶν ἀνθρώπων, μάλιστα ἐπειδήπερ ἐπίστευον αὐτοῦ χάριν τῆς τε δολερᾶς ἀγχινοίας Διοκλητιανοῦ καὶ τὴς φονικῆς Ἑρκουλίου θρασύτητος ἠλευθερῶσθαι. τελευτᾷ μὲν οὖν ὁ Κωνστάντιος ἐν Ἐβορὰκῳ πόλει Βρεττανικῇ τρίτῳ καὶ δεκάτῳ τῆς βασιλείας ἔτει καὶ συναριθμεῖται τοῖσ θεοῖς.
Γαλλέριος δὲ ἀνὴρ καὶ κατ’ ἀρετὴν αὐτῷ προσφερὴς καὶ τὴν τῶν πολέμων ἐμπειρίαν ἔχων ἀνδρείᾳ τε καὶ τοὺς πώποτε νενικηκώς αἰσθομενος ἔτι Κωνσταντίου περιόντος ἀναγκαίως αὐτῷ προσήκειν τῶν τε Ἰταλικῶν καὶ Ἀφρικῶν ἐπιμεληθῆναι πραγμάτων (ἐπειδητερ αὐτῶν ἀφειστηκει [πρὸ] τῆς τελευτῆς Κωνστάντιος) δύο Καίσαρας ἐχειροτόνησε· Μαξιμιανὸν μὲν ἐπέστησε τοῖς ἑῴοις, Σευῆρον δὲ τοῖς ἐν Ἰταλίᾳ· αὺτὸς δὲ ἐν τοῖς Ἰλλυριοῖς διέτριβε. πολλοὶ δὲ τῇ σχέσει τῇ πρὸς Κωνστάντιον ἐνεχείρισαν Κωνσταντίνῳ τὴν βασιλείαν τῷ τούτου παιδὶ διάγοντι κατὰ τὰς Βρεττανίας· καὶ τὴν ἀρχὴν ἐδέξατο τοῦ πατρὸς ἐξ ἀνίσων αὐτῷ γεγενημένος γάμων. τούτων οὕτω διακειμένων τὸ τάγμα τῶν πραιτωριανῶν ἔκ τινος αἰτίας εἰς στάσιν ἀρθὲν Μαξέντιον τόν Ἑρκουλιου παῖδα πρὸ τῆς Ῥώμης ἐχειροτόνησεν ἐν ἀγρῷ διατρίβοντα. καὶ ἐπειδή τις ἡγγειλε τοῦτο τῷ πατρὶ, λαβὼν ἐλπίδα τοῦ πάλιν ἀνακτήσασθαι τὴν ἐξουσίαν ἣν ἀπέσετο καταλαμβάνει τὴν Ῥώμην ἀπὸ τῆς Λουκανίας, ἔνθα μετὰ πολλῆς εὐδαιμονέστατα διετέλει τῆς ἡσυχιας (καὶ γάρ ἐπιτερπέστατον ἦν τὸ χωρίον), γράφει τε πρός Διοκλητιανὸν προτρέπων καὶ αὐτὸν ἐπὶ τὴν ἴσην γνώμην. ἀλλὰ Διοκλητιανός μὲν κατεγέλασε τῶν γραμμάτων, ὄ δὲ Γαλλέριος τὴν τῶν πραιτωριανῶν ἀταξίαν μαθὼν Σευῆρον ἀποστέλλει τὸν Καίσαρα τιμωρόν τοῦ τολμήματος. ὃσ ἀφικόμενος μετὰ πολλῆς στρατιᾶς περικαθεσθεὶς τὴν πόλιν κατελείφθη ὑπὸ τῶν οἰκείων τῷ Μαξεντίῳ προστεθέντων. καὶ φυγὼν ἐπὶ τῆς Ῥαβέννης ἀνῃρέθη.
Ἑρκούλιος δέ ὁ Μαξεντίου πατὴρ ἐν μὲσῳ τῷ στρατῷ δημηγορῶν ὠς καταφανὴς ἐγένετο τὸν μὲν παῖδα παρωθούμενος, ἐφ’ ἑαυτὸν δὲ τὴν ἐξουσίαν ἄγων, μετὰ πολλὰς τὰς ἐπ’ αὐτῷ γενομένας λοιδορίας ἀπεχώρησεν ἐπὶ τὰς Γαλλίας πλαττόμενος ὑπὸ τοῦ παιδός ἐληλάσθαι, ὥστε ἀφορμὴν αὐτῷ τοῦτο γενέσθαι τῆς πρὸς Κωνσταντῖνον σχέσεως, ὃσ ἦν αὐτῷ γαμβρὸς ἐπὶ θυγατρί· τὸ δὲ ἀληθὲς ἐπραγματεύετο τὸν Κωνσταντίνου φόνον, ὃς ἤδη τῷ φίλτρῳ τῶν ἀρχομένων παρελήλυθε τὸν πατέρα Φράγγους τε νενικηκὼς καὶ Ἀλαμανοὺς καὶ τοὺς βασιλέας αὐτῶν ὑφ’ ἑαυτῷ πεποιημένος, οὓσ καὶ θηρίοις παραδοὺς ἐν κοινῇ θέᾳ διέφθειρεν· οὗτος ὁ δόλοςἜρκουλίου τὴν θυγατέρα Φαύσταν οὐκ ἔλαθε Κωνσταντίνῳ συνοικοῦσαν· ἀλλ’ ἐπαγγέλλει τὸ τοῦ πατρὸς ἐγχείρημα. δέει τοίνυν τοῦ γαμβροῦ μεμαθηκότος ἤδη τὴν ἐπιβουλὴν φεύγει καὶ γενόμενος ἐν τῇ Μασσαλίᾳ παρασκευαζόμενος τε ἐκεῖθεν ἐπὶ τόν υἱὸν ἐκπλεὐσαι Μαξέντιον ἀνῃρέθη δικαιοτάτην ὑπομείνας τελευτὴν ὠμότητός τε καὶ τοῦ θηριώδους τρόπου χάριν· πρὸς γὰρ τῇ κακίᾳ ταύτῃ πρὸς πάντας ἦν ἄπιστος καὶ τῆς κοινῆς πολιτείας λυμεὼν κοινότητος παντοδαπῆς ἀλλότριος.
Ἐν τούτῳ τῷ χρόνῳ Γαλλέριος ἤγαγεν εἰς βασιλείαν Λικίννιον γνώριμον αὐτῷ γεγενημένον ἐκ τῆς πρὸς Ναρσῆν τὸν Πέρσην μάχης· τῶν γὰρ ἀνδρειότατα μεμαχημένων τε καὶ ἠριστευκότων ἦν. καὶ μετὰ τοῦτο εὐθὺς Γαλλέριος ἐτελεύτησε. τέσσαρές τε λοιπὸν τῶν Ῥωμαϊκῶν ἐκράτησαν πραγμάτων, Κωνσταντῖνος καὶ Μαξέντιος ἐξ Αὐγούστων γεγενημένοι, καὶ Λικίννιος καὶ Μαξιμιανὸς ἐξ ἰδιωτῶν πρὸς τὴν ἀρχὴν κεκλημένοι. Κωνσταντῖνος μὲν οὖν πέμπτῳ τῆς βασιλείας ἔτει στρατεύσας ἐπὶ Μαξέντιον ἐμφύλιον συνῆψε μάχην ἐκράτησέ τε αὐτοῦ πανστρατιᾷ· μετ’ οὐ πολὺ δὲ καὶ αὐτὸν ἀνεῖλεν ἐν τῇ γεφύρᾳ τῇ καλουμένῃ Μολβίᾳ πολὺν ὄλεθρον κατὰ τῆς συγκλήτου βουλευόμενον, προσέθηκέ τε τὴν Ἰταλίαν τῇ βασιλείᾳ. Μαξιμιανὸς δέ τις νεωτερίσας ἐπήγαγε Λικιννίῳ πόλεμον ἐν τοῖς μέρεσι τοῖς ἐῴοις καὶ τελευτᾷ τὸν βίον πρὶν εἰσ ἔργον τί προελθεῖν ἐξαπιναίως ἐν Ταρσῷ τῆς Κιλικίας.
Οὐ μὴν ἡσύχασε Λικιννίῳ τὰ πράγματα. Κωνσταντῖνος γὰρ σταρτηγεῖν τε ἀγαθὸς ὢν καὶ ἀνδρειότατος ἐν ταῖς μάχαις δυνατώτατός τε ἤδη ἐν ταῖσ προσθήκαις γεγενημένος ἐπήγαγεν αὐτῷ πόλεμον ἐπιθυμίᾳ τῆς τοῦ παντὸς ἀρχῆς παρὰ φαῦλον ποιησάμενος τὴν ἀπὸ τοῦ γάμου συγγένειαν· κηδεστὴς γὰρ ἦν αὐτῷ· Λικίννιος ἐπ’ ἀδελφῇ Κωνσταντίᾳ. καὶ πρῶτον μὲν ἐν Κιβάλει πόλει Παιονικῇ πολλὴν συναγείραντα δύναμιν καὶ παρασκευῇ πάσῃ χρώμενον ἀθρόως ἐπελθών διεσκέδασεν ἐχράτησέ τε Δαρδάνων καὶ Μυσῶν καὶ Μακεδόνων καὶ πολλὼν ἑτέρων ἐθνῶν, ὧν ὁ Λικίννιος ἐβασίλευσε.
Μετά δέ ταῦτα πολλαῖς αὐτῷ συμπλακεὶς μάχαις σπονδάς τε θέμενος, εἶτα καὶ ταύτας ὑπερβάς, ἐπειδη καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν ἡττημένος ὁ Λικίννιος καὶ οὐδε ὑπὸ τῶν ὅρκων ὠφελούμενος πρός τὴν Θεσσαλονίκην κατέφυγεν, ἀνεῖλέ τε αὐτὸν καὶ κατέστη μόνος αὐτοκράτωρ τρεῖς ἔχων ὑφ’ ἑαυτῷ Καίσαρας τούς ἑαυτοῦ παῖδας, ὅπερ οὐδέπω πρότερον ἡ τῶν Ῥωμαϊκῶν ἔσχε πραγμάτων κατάστασις. ἐκ ταύτης τῆς εὐπραγίας μετεβλήθη τοὺς τρόπους καὶ τῆς κοινότητος ὑπερεῖδε τῆς πολλῆς τε ἐκείνης πρᾳότητος ἀφεἰλεν, ἣν ἐν προοιμίοις ἐπεδεἰξατο, προῆλθέ τε εἰς ὠμότητα, δι’ ἣν καὶ αἵμασιν οἰκείων ἐμιάνθη σωμάτων υἱοῦ τε καὶ ἀδελφιδοῦ φόνον ἐργασάμενος φίλοις τε ὡς πλείστοις τὴν χεῖρα ἐπιβαλών.
Συνελόντι δὲ εἰπεῖν ἀρξάμενος μὲν τῆς βασιλείας τοῖς ἀρίστοις συνηριθμήθη τῶν βασιλευσάντων, τελευτῶν δὲ μόλις ἐκιςὼθη τοὶσ ἀρίστοις συνηριθμήθη τῶν βασιλευςάντων, τελευτῶν δὲ μόλις ἐξισώθη τοῖς μέσοις. καίτοι καί ῥώμῃ σώματος καὶ ἀρετῇ ψυχῆς οἷός τ’ ἂν ἐγένετο διαλάμψαι· δόξης τε γὰρ ἐπεθύμει πολεμικῆς καὶ ἀρετῇ ψυχῆς οἷός τ’ ἂν ἐγένετο διαλάμψαι· δόξης τε γὰρ ἐπεθύμει πολεμικῆς πρὸς ἀριστείαν ἦν ἕτοιμος. τύχη δὲ ἠκολούθει μὲν αὐτοῦ τοῖς ἐγχειρήμασι δεξιά, τὰς ἀρετάς δὲ οὐκ ἔκρυπτεν, ἀλλ’ ἐκείνων ἐνομίζετο καὶ ταύτης ἦν. Σκύθας τοι κατεπολέμησε σπονδάς τε κατ’ ἐξουσίαν ἐποιήσατο· πολύς τε ἦν αὐτοῦ παρὰ τοῖς βαρβάροις λόγος, ὥστε τοὺς πλείστους ἀμοιβὰς ἐποφείλειν αὐτῷ νομίζειν. καὶ τὴς ἐλευθέρου παιδείας καὶ τῶν λογικῶν ἐπιστημῶν [ἀντείχετο] καὶ τοῦ παρὰ πάντων φίλτρου μήτε δωρεᾶς ὑπὲρ τούτου μητ’ ἄλλης σπουδῆς μετὰ τοῦ σεμνοῦ φειδόμενος. τῶν φίλών δέ τισι μὲν ἠπίστει, τινὰς δὲ ἀναμφισβητήτως ἐθεράπευσεν οὐδεμίαν καταλιπών ὑπερβολήν ἀλλὰ πλουσίοις τε αὐτοὺς καὶ δυνατοὶς ἀποφαίνων.
Νόμους δὲ τοὺς μὲν δι’ αὐτὸ τὸ κακὸν ἔθηκε μόνον, τοὺς δὲ ἐκ περιουσίας πρὸς οὐδέν χρήσιμον· ἔστι δὲ οὓς ἀπηνέστερον συνέγραψεν ὡς διὰ τούτου τάξιν ἐπιθήσων τῇ πολιτείᾳ. παρασκευαζόμενος δὲ ἐπιστρατεῦσαι κατὰ Περσῶν τὴν Μεσοποταμίαν ἐνοχλούντων ἑνὶ καὶ τρικοστῷ τῆς βασιλείας ἔτει, τῆς δὲ ἡλικίας ἑξηκοστῷ καὶ ἕκτῳ κατὰ τὴν Βιθυνίαν ἐτελεύτησεν ἐν Νικομηδικῷ χωρίῳ. καὶ τὴν τελευτὴν αὐτοῦ πρὸ ἄλλου τινὸς ἀγγέλου τοῖς πανταχοῦ κομήτης ἀστὴρ ἐμήνυσεν ἐπὶ πολλαῖς ἀνίσχων ταῖς ἡμέραις. ὁ μὲν οὖν συνηριθμήθη τοῖς θεοῖς.
Διαδέχονται δὲ τήν βασιλείαν οἱ τρεῖς παῖδες καὶ Δαλμάτιος ἀδελφοῦ παῖς Καίσαρ κεχειροτονημὲνος ἀλλὰ Δαλμάτιος μὲν εὐθὺς ἀνῃρέθῃ (φύσεώς τε ἀρίστης νεανίσκος καὶ τῷ θείῳ μᾶλλον ἐμφερὴς) στρατωτῶν αὐτὸν κελεύοντος Κωνσταντίου διαχρησαμένων ἢ τὴν ἐπιβουλὴν οὐκ ἀγνοοῦντος. Κωνσταντῖνος δὲ τὸν ἀδελφὸν Κώνσταντα ἐν Ἀκυλια τῆ πόλει τῆς Ἰταλίας ἀπερισκέπτως ἐνστρεφόμενος ταῖς μάχαις ἔπεσε παρὰ τῶν ἡγεμόνων τὴς ἐναντίας παρατάξεως δεξάμενος τὴν πληθὴν. τὴν πᾶσαν δὴ λοιπὸν ἀρχὴν ἔσχον Κώνστας τε καὶ Κωνστάντιος· ἀλλ’ ὁ μὲν ἀνδρείᾳ τε καὶ δικαιουσύνῃ τὸ πρῶτον ἐκλάμψας ὁ Κώνστας ἔπειτα καὶ ὑπὸ νόσου καὶ τοῖς τε ὑπηκόοις ὢν βαρύς τῷ στρατεύματί τε ἀηδὴς ἐξ ἐπιβουλῆς Μαγνεντίου νεωτερίσαντος ἀνῃρέθη πλησίον τῆς Ἱσπανίας ἐν φρουρίῳ Ἑλένῃ καλουμὲνῳ ἑπτακαὶδεκα βασιλεύσας ἐνιαυτούς, τριακοστὸν δὲ τῆς ἡλικίας ἐκπληρώσας, στρατιώτης οὐκ ἀγεννὴς οὐδὲ εὐκαταφρόνητος τῇ στρατιᾷ, τούναντίον δὲ φοβερωτατος οὐχὶ ὠμὸτητος ἀλλ’ ἀνδρείας ποιούσης φόβον.
Κωνσταντίῳ δὲ οὐ κατὰ τὸν ἀδελφὸν ἀπήντησε τὰ τὴς τύχης. Περσῶν γὰρ ἀεὶ καὶ μάχῃ κρατηθέντων καὶ ληφθέντων αἰχμαλώτων καὶ πόλεις ἀποβαλόντων καὶ πολιορκίαις καταδαπανηθέντων ἐν τοῖς ἔμπροσθεν οὐδέποτε Κωνστάντιος κατὰ Σαπώρου τοῦ τῶν Περσῶν βασιλεύοντος εὐτυχῶς ἐπολέμησε πλὴν ἐν Σιγγάροις· ἔνθα δὴ νίκην αὐτὸν ανελέσθαι παντελῆ τῶν τε ἱππέων καὶ τῶν ὁπλιτῶν ἡ προπέτεια οὐ συνειδότων τὸν καιρὸν διεκώλυσεν· ἀρχομένης γὰρ ἑσπέρας προεκαλέσαντο τὴν μάχην. καὶ μετὰ τὴν Κώνσταντος δὲ τελευτὴν Ἰταλίας καὶ Ἀφρικῆς καὶ Γάλλων ὑπό Μαγνεντίῳ τελούντων οὐδὲ τὰ τῶν Ἰλλυριῶν ἦν ἐν ἡσυχίᾳ τῆς ἐκεῖ στρατιᾶς πρός φυλακὴν τῆς χώρας Βετρανίωνά τινα πρεσβύτην ἀνειπούσες καὶ περιθείσης αὐτῷ τὴν ἀλουργίδα· ὃς ἐπίσημος μὲν ἦν ἐκ πολλῶν πολέμων καὶ τῆς κατ’ αὺτοὺς εὐτυχίας, ἀρετῆς δὲ ἐραστὴς οἷαν εἰκὸς τὸν ἐν ὅπλοις ὄντα ἐργάζεσθαι, ὅλης τῆς παλαιότητος εἰκών· παιδείας δὲ ἀμέτοχος τῆς ἐν λόγοις καὶ αὐτῶν ἄπειρος τῶν γραμμάτων πλὴν ὅσον τῆς τούτων ἐπεμελήθη γνώσεως ἀφ οὗπερ ἐβασιλευσε.
Κωνστάντιος δὲ τιμωρῆσαι τἀδελφῶ προελόμενος Βετρανίωνα μὲν ἀφείλετο τῆς ἀρχῆς συνθεμένου καὶ συνεργοῦντος τοῦ στρατοῦ. θέαμα τε ἐγένετο καινόν εἰς ἰδιὼτην ἐκ βασιλὲως μεθιστάμενος. Νεπωτιανὸν δὲ τὸν ἀνεψιὸν ἐξ ἀδελφῆς τοῦ πατρὸς γεγενημένον καὶ τυραννήσαντα κατὰ τὴν Ῥώμην διὰ χειρός τῶν αὐτόθι μονομαχούντων Μαγνεντίου στρατηγοὶ διεχρήσαντο εἰκοστῇ ὀγδόῃ τῆς τυραννίδος ἡμέρᾳ μεγάλης προαπολόμενον τῶν ἀρχομένων βλάβης· οἷος ἂν ἐγένετο περιγενόμενος, ὁ μικρὸς ἔδειξε χρόνος. καὶ τὴν κεφαλὴν ἀποτεμόντες δόρατί τε ἐμπήξαντες ἐν τοῖς τοῦ δήμου περιήγαγον ὀφθαλμοῖς, τοὺς συνειδότας δὲ τῇ πράξει κατέσφαξαν τὰς οὐσίας ποιὴσαντες δημοσίας.
’Αλλὰ καὶ Μαγνέντιος ἐν Μούρσῃ νικηθεὶς μικροῦ μὲν καὶ αὐτὸς ἑάλω. τοσοῦτος δὲ ἐγένετο φόνος ἐξ ἑκατὲρου στρατεύματος ὥστε μεγίστην ἐνεγκεῖν τοῖς κοινοῖς ζημίαν. πολὺν γὰρ ἂν ἔτεκον τῇ πόλει θρίαμβον, εἰ πρὸς ἄλλο **************************************